Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.125
Not analysed yet
ἐστι μὲν τὸ δασύ· γίνεται δὲ ὥσπερ τὸ δασὺ ἀπὸ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ σύω ἢ σεύω τὸ ὁρμῶ, ἔνθα δηλαδὴ πολλὰ ὁρμῶσι καὶ ἀναδίδονται κάτωθεν τὰ τὸ δάσος ποιοῦντα, οὕτω καὶ τὸ λάσιον ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ σῶ τὸ ὁρμῶ, οὐ μὴν ἀπὸ τοῦ σεύω, ἵνα μὴ ἀναγκασθῇ διὰ διφθόγγου γράφεσθαι, ὡς ἐκ τοῦ καθαρεύω τὸ καθάρειον. [ἐνταῦθα δὲ δίχα τῶν τοῦ Ἰαμβλίχου, ἃ κείσονταί που ἐν τοῖς ἑξῆς, σημείωσαι καὶ Πλάτωνος τὸ «ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας», ὅπερ ἦν σκῶμμα ἐπὶ ἀνοησίᾳ ληφθὲν ἀπὸ τῆς τῶν ἀνδραπόδων κουρᾶς, ἥν, φασίν, οἱ ἐλευθερωθέντες ἤλλασσον Ἀθήνῃσιν, ἥτις καὶ ἐλέγετο θρὶξ ἀνδραποδώδης οὐ κοσμοῦσα τοὺς οὕτω κομήτας, ὡς εἶναι καὶ αὐτοὺς ἡρωϊκῶς καρηκομόωντας.] Τὸ δὲ ἀνωτέρω ῥηθὲν σχῆμα ἡ μετάληψις ἄλλο ἐστὶ παρὰ τὴν ἐν τοῖς πολιτικοῖς ῥήτορσι μετάληψιν. ἐκείνη μὲν γὰρ τοῖς ποιητικευομένοις δυσχερὴς φαίνεται, τὸ δὲ παρὸν σχῆμα τοιοῦτόν ἐστιν. ὅταν τις πρώτη λέξις ἑρμηνεύηται διά τινος δευτέρας ταὐτοσήμου καὶ ἰσοδυνάμου, αὐτὴ δὲ ἡ δευτέρα ὡς ὁμώνυμος δηλοῖ καί τι ἑτεροῖον, οἰκειώσηται δὲ ἡ πρώτη ἐκείνη λέξις τὴν τρίτην τὴν ἑτερόφυλον ὡς οἷον ἐκλαθομένη τῆς συγγενοῦς δευτέρας λέξεως, τὸ τοιοῦτον λέγεται μετάληψις ἤτοι μεταλλαγὴ ἐκ τῆς δευτέρας τῆς ἰσοδυνάμου εἰς τὴν τρίτην τὴν ἑτεροίαν. λέγεται γὰρ μεταλαμβάνειν καὶ τὸ ἀλλάσσειν, οἷον· ἔχων τις δόρυ μετέλαβε σπάθην. οὕτως οὖν καὶ μετάληψις τὸ σχῆμα, ὅτε ἡ πρώτη ἀπὸ τῆς καθ' ἑρμηνείαν ἰσοδυνάμου ἑαυτῇ δευτέρας λέξεως μεταβῇ εἰς τὴν τρίτην τὴν ὁμοίαν πως τῇ δευτέρᾳ. οἷον βροτὸς λέγεται ὁ ἀνήρ, ἀλλὰ καὶ φὼς ὁ αὐτὸς ὀξυτόνως. λέγεται δὲ καὶ φῶς φωτός τὸ οὐδέτερον περισπωμένως ἐκ τοῦ φάος. ἐὰν οὖν τις τὸ ἀβρότην ἤγουν νύκτα, ἥτις σύγκειται ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ βροτοῦ ἤτοι τοῦ φωτός, νοήσῃ ἀντὶ τοῦ ἀφώτιστον κατὰ τοὺς παλαιοὺς ὡς τοῦ βροτοῦ λαμβανομένου καὶ ἀντὶ φωτός, τοῦ δὲ φωτὸς λεγομένου καὶ ἐπὶ φωτισμοῦ, μετάληψιν ἐποίησε μεταλαβὼν τὸν βροτὸν εἰς φῶτα, πλὴν οὐχὶ ἄνδρα τὸν συγγενῆ τῷ βροτῷ, ἀλλὰ εἰς τὸ ἐπὶ τοῦ φωτίζειν. ὁμοίως καὶ γλήνη ἡ κόρη τοῦ ὀφθαλμοῦ, κόρη δὲ ἁπλῶς καὶ ἡ παρθένος. ἐν γοῦν τῷ «ἔρρε, κακὴ γλήνη» ὁ εἰπὼν τὸ γλήνη ἀντὶ τοῦ κόρη ἤγουν παρθένος τουτέστιν «ἔρρε ὦ δειλὸν κοράσιον» καὶ μεταβὰς ἀπὸ πρώτης λέξεως εἰς τρίτην οὐκ ἰσοδύναμον τῇ πρώτῃ ἀλλὰ τῇ δευτέρᾳ μεταληπτικῶς ἐσχημάτισε καὶ αὐτός. τοιοῦτον ἀνωτέρω καὶ τὸ λάσιον τὸ πυκνόν· πυκνὸν δὲ τὸ συνετόν· λάσιον ἄρα τὸ συνετόν. οὕτω καθίσταται