Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.129.1
Not analysed yet
καταβεβηκυῖα εἰς τὸν μέλλοντα χρόνον καὶ ὑποδείξασα ὡς οὐ μόνον τυχὸν οὐδὲν ἀνύσει, ἀλλὰ καὶ δεινόν τι πείσεται διὰ τὸ τοῦ βασιλέως μεγαλεῖον, καὶ διδάξασα οὐ μόνον τῷ Ἀγαμέμνονι πρὸς καλοῦ εἶναι τὸ παύσασθαι τὸν Ἀχιλλέα τῆς τοιαύτης ὀργῆς, ἀλλὰ καὶ αὐτῷ τῷ Ἀχιλλεῖ. τοῦτο γὰρ δηλοῖ τὸ «ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε». ἄδηλον γάρ, εἰ ἀνύσει τι κατὰ τοῦ εὐρυκρείοντος καὶ μὴ βλαβήσεται μικροβασιλεὺς αὐτὸς ὤν. εἰ δὲ καὶ ἀνύσει, οὐδ' οὕτως ἔνδοξον τὸ ἀποτέλεσμα τῷ Ἀχιλλεῖ βασιλεῖ ὄντι καὶ αὐτῷ καὶ παράβολον οὕτω πρᾶγμα τετολμηκότι. καὶ ἴσως τοῦτο δηλοῦται διὰ τοῦ τὴν Ἀθηνᾶν ὑπὸ Ἥρας πεμφθῆναι, δηλαδὴ τὸ τὸν Ἀχιλλέα ὑπὸ τῆς βασιλικῆς καταστάσεως συμπεισθέντα ἀφεῖναι τὸ πολὺ τοῦ θυμοῦ. Ἥρα γὰρ καὶ ἡ βασιλεία καὶ Ἡραία ζωὴ ἡ βασιλική. ὑπὸ τοιαύτης οὖν Ἥρας πείθεται φρονεῖν λογισάμενος μὴ δεῖν εἶναι αὐτὸν ἄνδρα μέγαν καὶ ἡγεμονικὸν οὕτω θυμωθῆναι ὡς μεγάλῳ βασιλεῖ ἐπεξελθεῖν. ἢ γὰρ οὐκ ἀνύσει καὶ οὐκ εὖ αὐτῷ γέγονεν ἢ ἀνύσει τὸν τοῦ βασιλέως φόνον καὶ γενήσεται κακὰ μέγιστα, ὧν τὸ κεφάλαιον αὐτῷ μὲν δύσκλεια, τοῖς δὲ Ἕλλησιν ἀναστάτωσις. [καὶ ἄλλως δέ πως ὑπὸ Ἥρας, ὡς οἷον ἀέρος, ἡ φρόνησις Ἀθηνᾶ πέμπεται διὰ τὸ ἀερίαν καὶ σκοτεινὴν καὶ ἐξ ἀφανοῦς οἷα ἀνέλπιστον ἐλθεῖν αὐτῷ τὴν ἐκ μετανοίας ἐπιμήθειαν. διὸ καὶ αὐτὸς ἐκεῖνος θαυμάζει τὸ πρᾶγμα.] (v. 197) Καὶ τὸ «ἔστη δὲ ὄπισθεν» τοῦτο δηλοῖ κατὰ τοὺς παλαιοὺς ὅτι τοῦ μέλλοντος αὐτὸν εἰς ἔννοιαν ἤγαγεν ἡ Ἀθηνᾶ. ἔμπροσθεν μὲν γὰρ τὰ οἰχόμενα καὶ ἤδη γενόμενα καὶ εἰς θέαν ἢ πεῖραν ἐλθόντα, ὀπίσω δὲ καὶ ὄπισθεν τὰ ἔσεσθαι μέλλοντα, ἐπειδὴ ἀπροόρατον τὸ μέλλον, καθάπερ ἀόρατα καὶ τὰ κατόπιν ἡμῖν ὄντα. Τὸ δέ «οὐρανόθεν» τοῦτο τὸ παρ' Ὁμήρῳ τὸ νῦν ἀλληγορηθὲν ἀφορμὴ γέγονε τοῖς Πλατωνικοῖς τῆς κεφαλικῆς οὐρανώσεως, οἵπερ μυθεύονται τὴν ψυχὴν ἐκπεσοῦσαν τῶν ἄνω καὶ σώματι ἐγκλεισθεῖσαν ἐνοικισθῆναι τῇ κεφαλῇ πλασθείσῃ πρὸς τύπον οὐρανίου σφαιρώματος, ὡς ἂν μὴ πάντῃ ἀλλοφύλῳ τόπῳ ἐμπέσοι, ἀλλὰ τῷ μικρῷ τούτῳ οὐρανίσκῳ ἐγκατοικοῦσα ἔχοι μεμνῆσθαι ὅθεν ἦν. Ξανθῆς δὲ κόμης ἑλεῖν τὸν Ἀχιλλέα ἡ Ἀθηνᾶ λέγεται συμβολικῶς καὶ τοῦτο διὰ τὸ ἐν τῇ κεφαλῇ, ὡς εἴρηται, ἱδρῦσθαι τὸ ἡγεμονικόν. (v. 198) Μόνῳ δὲ αὐτῷ λέγεται φαίνεσθαι, διότι οὐδεὶς εἶχε συνορᾶν, ἃ ἔνδον Ἀχιλλεὺς καθ' ἑαυτὸν ἐβουλεύετο. οἱ δὲ παλαιοί φασι μόνους τούτους, τὸν Ὁμηρικὸν Ἀχιλλέα καὶ τὸν Ἀθηναῖον Σωκράτην, ἐν συντυχίαις τῷ οἰκείῳ κεχρῆσθαι δαίμονι. Ἀχιλλεύς τε γὰρ ἐνταῦθα λαλεῖ καὶ ἀκούει τὰ μυθευόμενα καὶ Σωκράτης δὲ ἔλεγεν, ὡς εἶπέ μοι τὸ δαιμόνιον. [εἶχον δὲ ἂν οἱ παλαιοὶ ἐν τοῖς Ὁμηρικοῖς προσώποις προσθεῖναι, ὡς τοιοῦτόν τινα καὶ τὸν Ὀδυσσέα, καθὰ καὶ ἑτέρους τινάς.] (v. 199) Θαμβεῖται δὲ Ἀχιλλεύς, εἰ οὕτω θυμὸς πολὺς ἐξεκαύθη αὐτῷ καὶ μετατρέπεται ταχὺ μεταβουλευσάμενος δι' ἀγχίνοιαν, ὅσγε καὶ ἀνωτέρω ἐβουλεύετο ἢ τόδε τι κακὸν ποιήσει ἢ τὸν χόλον παύσει ὡς ἑτοίμως ἔχων εἰς καταλλαγήν. εἰ γὰρ καὶ ἡ ὕβρις ἀνεζωπύρει ἐξάπτουσα τὸν θυμόν, ἀλλ' ἡ φρόνησις κατεσβέννυε,