Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.130
Not analysed yet
κἂν οἱ παλαιοὶ αἰτιῶνται, ὡς ἐρρέθη, τὸν τοιοῦτον τόπον, ὡς τοῦ ποιητοῦ ἀχρόνως οὕτω τὸν τηλικοῦτον τοῦ Ἀχιλλέως θυμὸν ἀπαμβλύνοντος. τὴν δὲ τοῦ Ἀχιλλέως ἀγχίνοιαν, ἤγουν τὴν ἐν ἀκαρεῖ χρόνῳ καὶ ὀλίγῳ καί, ὡς εἰπεῖν, ἐκ τοῦ ἄγχιστα νόησιν καὶ πρόγνωσιν τοῦ μέλλοντος ὑπαινίττεται ὁ ποιητὴς καὶ ἐν τῷ «αὐτίκα δ' ἔγνω θάμβησέν τε». ἀγχίνοια γὰρ καὶ ἀγχινοεῖν καὶ αὐτίκα ἔγνω τῆς αὐτῆς σημασίας εἰσί. Τὸ δὲ θαμβεῖν καὶ θαυμάζειν ἐπὶ θέας καὶ τῆς ἐντεῦθεν ἐκπλήξεως εἴωθε λέγεσθαι, ὡς ὅγε μὴ βλέπων οὐδέν τι τούτων πάσχειν λέγεται. τὸ δέ «ἐθάμβησεν» ἐνεργητικὸν ἡ νεωτέρα χρῆσις οὐκ ἔχει. θαμβούμενοι γὰρ καὶ ἐθαμβήθη καὶ τεθάμβημαί φασιν οἱ μεθ' Ὅμηρον. (v. 197) Ἡ δὲ ξανθὴ κόμη—τοιαύτη γὰρ ἱστορεῖται τὸν Ἀχιλλέα κοσμεῖν—τὸ θερμὸν παραδηλοῖ καὶ ὀργίλον τοῦ ἥρωος. τοιοῦτοι γάρ, φασίν, οἱ ξανθόχολοι. ξανθὸς δὲ ἱστόρηται καὶ ὁ Μενέλαος. ἀλλ' ἐκεῖνος οὐκ ἦν ἀκράχολος, ἀλλὰ ἐνηής. διὸ καὶ μαλθακὸς ἐδόκει πολεμιστής. τὸ δέ «ξανθῆς κόμης ἕλε Πηλείωνα» ἢ ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ εἷλε τὴν ξανθὴν κόμην τοῦ Πηλείωνος ἢ ἔλλειψιν ἔχει προθέσεως· εἷλε γὰρ τὸν Ἀχιλλέα ἐκ τῆς ξανθῆς κόμης. ὁ δὲ ξανθὸς ὅτι ἐκ τοῦ ἄνθος γίνεται πλεονασμῷ τοῦ ξ, δηλοῦται τοῖς παλαιοῖς, ἵνα ᾖ ξανθὴ κόμη ἡ ἀνθηρά. δύναται δὲ καὶ ἀπὸ τοῦ ἐξανθεῖν εἶναι ἀπελεύσει τοῦ κατ' ἀρχὴν ε, ὃ δὴ καὶ ἐν τῷ Ἑξάδιος γέγονεν, ὅν τινες τρισυλλάβως Ξάδιον γράφουσιν, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται. οὕτω δὲ καὶ τῆς ες προθέσεως καὶ τῆς εν ἔστιν οὗ ἀφαιρεῖται τὸ κατάρχον ε, ὡς δῆλον ἐν τῷ ἔνερθεν νέρθεν, ἐνέρτερος νέρτερος καὶ ἐν τῷ σκορακίζειν καὶ σκαρδαμύττειν καὶ σκερβόλλειν, ὅ ἐστιν ἐς κέαρ βάλλειν [καὶ προνώπιον παρ' Εὐριπίδῃ ἤτοι προενώπιον, πρόσχημα, οἷον «γῆς Πελοπίας προνώπιον». καὶ κτεὶς κτενὸς ὡς οἱονεὶ ἐκτεὶς παρὰ τὸ ἐκτείνειν τὰς κτενιζομένας τρίχας· ἴσως δὲ καὶ τὸ κλέπτειν ὡς ἀπὸ τοῦ ἐκλέπειν τοὺς ὑποκλεπτομένους ἀφῃρέθη τὸ ε.] Ὅτι δὲ καὶ ἀπὸ τοῦ ξαίνειν, ἀφ' οὗ καὶ ξάνιον τὸ κτένιον, γίνεται ὁ ξανθὸς ὡς οἷον ξαντὸς διὰ τὸ ἀξίαν εἶναι τὴν τοιαύτην μάλιστα κτενίζεσθαι τρίχα ὑποδηλοῦσιν οἱ παλαιοί. [τακτέον δὲ εἰς τοιαύτην ἀντιστοιχίαν ψιλοῦ εἰς δασὺ καὶ τὸ Τιθωνός ἐκ τοῦ τιταίνω καὶ τὸ αὐθέντης