Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.132
Not analysed yet
ὡς ἤδη τὸν νόμον ὁ Ζάλευκος λέλυκεν. ὁ δὲ οὐ λύσειν ἔφη ἀλλὰ κυρώσειν καὶ ἅμα τῷ ξίφει δοὺς ἑαυτὸν ἀπέρρηξε τὸ ζῆν, ὅπερ ἦν ποινὴ τῷ παραβάντι τὸν νόμον. [Ἰστέον δὲ ὅτι ἀναλληγόρητον νοούμενον τὸ «μετετράπετο» ἀντὶ τοῦ ἐστράφη κεῖται· τρέψας δηλαδὴ ὀπίσω τὰς ὄψεις, ἵνα ἴδῃ, τίς ὁ τῆς κόμης αὐτὸν ἑλών, ὅτε καὶ ἰδὼν καὶ γνοὺς θαμβεῖται καὶ ὠφελεῖται.] (v. 200) Ἀθήνη δὲ μυθικῶς μὲν Διὸς θυγάτηρ, οἱονεὶ ἀθήλη τις οὖσα ὡς μὴ θηλάσασα. ὤδινε μὲν γάρ, φασίν, ἡ κεφαλὴ τοῦ Διός. ἐφίσταται δὲ προσκληθεὶς Ἥφαιστος καὶ πλήττει πελέκει τὴν κεφαλὴν καὶ τὸ ἐγκυμονούμενον ἐξέθορε τελεία κόρη ἔνοπλος. καὶ αὐτὴ ἐκ τοῦ μὴ θηλάσαι τὴν κλῆσιν ἔλαχε. θῶ γὰρ θήσω τὸ θηλάζω, ὡς τὸ «ἐπηετανὸν γάλα θῆσθαι». ἐξ οὗ καὶ ἀρνίον γαλαθηνὸν καὶ τιθηνὸς ἡ τροφὸς [ἡ καὶ θηλαμὼν παρὰ Λυκόφρονι, ἔτι δὲ καὶ ἡ θηλὴ καὶ τὸ θηλάζειν καὶ ἡ τήθη ὡς οἷον ἐπιτάσσουσα τῷ βρέφει «τῆ» τουτέστι λάβε, θήλασον, κατὰ τοὺς παλαιούς.] Ἀλληγορικῶς δέ, ὡς ἐν ὀλίγῳ πολλὰ συνελεῖν, Ἀθήνη ἡ φρόνησις ἢ κατὰ στέρησιν καὶ αὐτὴ τῆς θηλῆς διὰ τὸ τέλειον ἢ παρὰ τὸ ἀθρεῖν τὸ βλέπειν ἀθρήνη τις οὖσα ὡς τῶν μελλόντων καὶ δεόντων προβλεπτική. ἐκ Διὸς δέ, διότι ἐκ τοῦ νοός. Ζεὺς γὰρ καὶ ὁ νοῦς· ἐκ κεφαλῆς δὲ διὰ τὸ ἐκεῖ λογιστικόν, οὗ προβολὴ ἡ φρόνησις. Ἥφαιστος δὲ αὐτὴν ἐκφαίνει, διότι αὐτὸς μὲν εἰς πῦρ ἀλληγορεῖται τὸ καὶ φωσφοροῦν καὶ ἐκκαῖον καὶ ἀνωφορούμενον. καὶ ἡ φρόνησις δὲ φωσφόρος τέ ἐστι καὶ τὸ δραστήριον πρηστήριον οἷον ἔχει καὶ οὐδὲν ταπεινὸν φρονεῖ, ἀλλὰ ὑπερῆρται καὶ ἄνω φέρεται. συγκροτεῖται δὲ καὶ ἐκ τῶν ἐπιθέτων ἡ Ἀθηνᾶ εἰς τὸ νοεῖσθαι φρόνησις, ὡς ἐν οἰκείοις τόποις ἕκαστον φανήσεται. εἰ δέ ποτε καὶ στοιχειακῶς ἡ Ἀθηνᾶ εἰς γῆν ἀλληγορεῖται καὶ εἰς αἰθέρα ἐκλαμβάνεται, καὶ αὐτὸ λεχθήσεται κατὰ καιρόν. ὁ δὲ Παραβάτης, ἐν οἷς Δία νοεῖ τὸν ἥλιον, ἐξ αὐτοῦ γενέσθαι λέγει τὴν Ἀθηνᾶν ἤτοι τὴν πρόνοιαν. διό, φησί, καὶ θείᾳ μοίρᾳ Ὅμηρος ἀπεμαντεύσατο τὸ «τιοίμην, ὡς τίεται Ἀθηναίη καὶ Ἀπόλλων». γεννᾷ δέ, φησίν, οὐκ ἐξ ἀκροτάτου μέρους, ἀλλὰ ὅλην ἐξ ὅλου. ὅτι δὲ Ἀθηνᾶ πρόνοια λέγεται, φέρει ἐκεῖνος καὶ χρῆσιν τοιαύτην· «ἵκετο δ' ἐς Πυθὼ καὶ ἐς γλαυκῶπα προνοίην». Τέσσαρες δὲ εὐθεῖαί εἰσι τῆς Ἀθηνᾶς· πρωτότυπος μὲν ἡ Ἀθήνη οἷον ἀθήλη, ὡς εἴρηται· ἀνδρομήκης γὰρ τῆς τοῦ Διὸς ἐξέθορε κεφαλῆς· ἐκ δὲ τούτου κατὰ συστολὴν Ἀθάνα γέγονε, καθὰ παρά τε Σοφοκλεῖ κεῖται καὶ ἑτέροις· ὥσπερ δὲ τὴν ἅμαξαν κατὰ παραγωγὴν ἁμαξαίαν φασὶ καὶ τὴν αὐλὴν αὐλαίαν καὶ τὴν προνομὴν προνομαίαν, ὡς ἐπὶ ἐλέφαντος, καὶ τὴν προτέρην προτεραίαν καὶ τὴν ὑστέραν ὑστεραίαν καὶ τὴν