Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.131
Not analysed yet
ὁ αὐτόχειρ, ὡς δηλοῖ ψιλούμενον τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα». ὅμοιον καὶ τὸ ἐλεφαίρω ἐκ τοῦ ἔλπω τὸ ἐλπίζω καὶ τὸ σφεδανόν ἐκ τοῦ σπεύδω καὶ ἡ τερθρεία ἐκ τοῦ τερατεία. ὁμοίας δὲ ἀγωγῆς καὶ τὸ ἄρθρον καὶ τὸ ῥεῖθρον καὶ ὁ ἐπὶ ζῴων λόφος ἐκ τοῦ λέπω τὸ λεπίζω καὶ ἡ φιάλη ἐκ τοῦ πιεῖν καὶ ἐκ τοῦ κάπτω ὁ κεκαφηὼς καὶ τὸ «μυελὸς σφονδυλίων ἔκπαλτο» καὶ μοιχὸς παρὰ τὸ μὴ οἰκὸς ἤγουν καθ' Ἡρόδοτον «ἐοικός», δι' ὃν οὐκ ἔοικε τὰ γένη. ἀνάπαλιν δὲ ἀντιστοιχεῖ ψιλὰ πρὸς δασέα ἐν τῷ ἀμπεχόνη ἐκ τῆς ἀμφὶ προθέσεως καὶ ἐκεχειρία τὸ ἐπέχειν χεῖρας καὶ τὸ πέφραδα καὶ οἱ ὅμοιοι ἀναδιπλασιασμοί. σὺν ἄλλοις δὲ μυρίοις καὶ ὁ παρὰ Σοφοκλεῖ «λεύκιππος Αἰνιάν» καὶ ὁ ἀπηλιώτης καὶ οἱ ἀντήλιοι. Ὅτι δὲ κόμη ξανθὴ ἐκόσμει καὶ τὸν Μενέλαον, ἐν τοῖς ἑξῆς ἱστορήσει ὁ ποιητής. δῆλον δὲ ὡς ἡ ξανθὴ κόμη, ἀφ' ἧς καὶ Ξάνθος ὄνομα ἵππου ξανθοῦ, ὡς εἰκὸς καὶ πυρρὰ λέγοιτ' ἄν, ἧς παρώνυμον πύρριχος, ἔτι δὲ καὶ πυρσὴ συγγενῶς ἔχουσα πυρσῷ τῷ καὶ φανῷ. ἡ δ' αὐτὴ κόμη ῥηθείη ἂν καὶ αἰθὴ ὡς ἐκ τοῦ αἰθός, οὗ χρῆσις ἐν τῷ «αἰθὸς γεγένημαι». ἡ δὲ τοιαύτη αἰθὴ κόμη τὴν παρὰ Λυκόφρονι Κομαιθὼ παρήγαγεν, ὅπερ ἴσον ἐστὶ τῷ πυρρότριχα. καὶ ἡ Ἀγαμεμνονέη δὲ Αἴθη πυρρὰ εἴη ἂν κατὰ τὴν εἰρημένην αἰθὴν καὶ ἄλλως δὲ φοινικῆ, ἐπεὶ καὶ φοῖνιξ ἵππος ὁ ὁμόχρους φοίνικι τῇ ὀπώρᾳ. εἰ δ' ἄλλως διαφορά ἐστι ξανθοῦ τοῦ ἡλιώδους ἔτι δὲ καὶ πυρροῦ τοῦ οἱονεὶ φλογέου καὶ φοινικοῦ τοῦ καθ' αἷμα, μεριστέον πρὸς τὰ τοιαῦτα τρία τὰς εἰρημένας λέξεις, ὡς δῆλόν ἐστιν.] (v. 190) Ὅρα δὲ ἐν τοῖς κατὰ τὸν Ἀχιλλέα, ὅτι τε ὅπλα ἐφόρουν οἱ παλαιοὶ καὶ ἐν ταῖς ἀγοραῖς καὶ ὅτι οὐκ ἀγαθὸν ἦν ἐνόπλους ὄντας βουλεύεσθαι. μικροῦ γὰρ ἂν μέγα συνέβη κακὸν τοῦ Ἀχιλλέως χρησαμένου τῷ ξίφει. διὸ καὶ ἐκωλύθη παρὰ τοῖς ὕστερον ἡ ἁπλῶς ὅπῃ τύχῃ ὁπλοφορία διὰ τὰ ἐξ αὐτῆς κακά. εἰ γὰρ κατὰ τὸν ποιητήν «αὐτὸς ἐφέλκεται ἄνδρα σίδηρος» καὶ ἰδίᾳ που κείμενος, τί οὐκ ἂν ποιήσῃ φορούμενος; καὶ δηλοῦσι τοῦτο καὶ ὅσοι τῶν βαρβάρων ὁπλοφορεῖν διὰ βίου μεμελετήκασι, παρ' οἷς οὐδέποτε φόνοι ἐπιλείπουσι. φέρεται δὲ καὶ περὶ Ζαλεύκου τοῦ Λοκροῦ ἱστορία, ὡς νομοθετήσοι μὲν ὁ ἀνὴρ μηδένα φορεῖν ὅπλα ἐν βουλευτηρίῳ. ἐπεὶ δέ ποτε πολέμου ἐπικειμένου ἔνοπλος ὢν εἰσῆλθε, κατ' ἀνάγκην οὕτως ἔχων, εἰς τὴν βουλήν, ὑπέκρουσε μέν τις