Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.134
Not analysed yet
ἡ πόρνη λέγεται, ἀρσενικὸν δὲ αὐτῆς οὐχ' εὕρηται. τάχα γάρ, ἵνα τις ἀστείως εἴποι, οὐκ ἦν εἰκὸς ἄνδρα παρωνυμεῖσθαι τῇ μὴ ἐχούσῃ ἕνα τινά. διὰ μετοχῆς μέντοι ὁ τοιοῦτος ἀναπληροῦται· ἡταιρηκὼς γὰρ λέγεται. πάλιν δὲ αὖ ἑταῖρος μὲν ὁ φίλος λέγεται, ἑταίρα δὲ ἡ φίλη οὐκ ἂν ἀψόγως εὑρεθείη ἄν. ἐτέθη γὰρ ἡ λέξις ἐπὶ πόρνης εὐφημότερον. (v. 197) Ὅτι φύσει μὲν ὄπισθεν μετὰ τοῦ σ γραπτέον· συγκέκοπται γὰρ ἀπὸ τοῦ ὀπίσωθεν· τὸ δέ «στῆ δ' ὄπιθεν» ἀποβολὴν τοῦ σ πέπονθε. [τοῦτο δὲ καὶ ἐν ἄλλοις εὑρεθήσεται.] (v. 200) Ὅτι Παλλάδα τὴν Ἀθηνᾶν λέγει κατὰ ἀλληγορίαν διὰ τὸ τῆς προνοίας ἢ φρονήσεως, εἰς ἣν ἡ Ἀθηνᾶ ἐκλαμβάνεται, ὀξυκίνητον, ὡς ἀπὸ τοῦ πάλλω τοῦ δηλοῦντος τὸ κινῶ· ἐξ οὗ καὶ πάλος ὁ κλῆρος λέγεται [καὶ κραιπάλη ὁ ἐκ μέθης παλμός, ὅ ἐστι κίνησις καὶ δίνησις τοῦ κάρα ἤγουν τῆς κεφαλῆς.] ἡ δὲ ἱστορία εἰς ταὐτὸν ἄγει τῇ νεάνιδι τὴν Παλλάδα οὕτω παρὰ τοῖς παλαιοῖς τὰς μείρακας ὀνομάζεσθαι λέγουσα· ὅθεν καὶ ἡ παλλακὶς παρωνόμασται καὶ πάλλαντες δὲ παρὰ τοῖς ἀρχαίοις οἱ νέοι, ὥς φησι Φιλιστίδης ἐν Συγγενικοῖς. τὸ δὲ λέγειν οὕτω καλεῖσθαι αὐτήν, ἐπειδὴ ἐν τῇ Γιγαντομαχίᾳ Πάλλαντά τινα πεφόνευκε Γίγαντα, ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς ἀνέπαλτο κεφαλῆς ἢ ὅτι κεραυνῷ τῆς Σεμέλης βληθείσης καὶ τοῦ Διονύσου διεκπεσόντος ἐμβρύου παλλομένην τὴν τοῦ ἀμβλώματος καρδίαν ἤνεγκε τῷ Διῒ ἢ εἴ τι τοιοῦτον ἄλλο λέγεται, μύθου ἐστὶ παραλήρημα. καὶ ἐκεῖνο μέντοι ἰστέον, ὅτι τὰ τῆς Παλλάδος εἴδωλα Παλλάδια τοῖς παλαιοῖς ὀνομάζονται καὶ ὅτι φρόνησις ἠθικῶς ἐστιν ἡ Ἀθηνᾶ, ὡς ἐρρέθη. διὸ καὶ Διὸς καὶ Μήτιδος εἶναι λέγεται ἤτοι νοὸς καὶ βουλῆς. φησὶ γὰρ ὁ μῦθος, ὅτι ἔγκυος οὖσα τὴν Ἀθηνᾶν ἡ Μῆτις κατεπόθη ὑπὸ τοῦ Διός, ἐν δὲ τῷ ὡρισμένῳ ταῖς κυούσαις καιρῷ ἐξέθορεν, ὡς πρὸ μικροῦ εἴρηται, τῆς τοῦ Διὸς κεφαλῆς ἡ Ἀθηνᾶ. Ὅτι τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν» ἀντὶ τοῦ δυσαντίβλεπτοι τῷ Ἀχιλλεῖ ἐφάνησαν οἱ τῆς Ἀθηνᾶς ὀφθαλμοί, εἴτε μυθικῶς διὰ τὸ φοβερὸν εἴτε καὶ μάλιστα πρὸς ἀλληγορίαν. οὐ γὰρ ἔσχεν οἷον ἀντωπῆσαι καὶ ἐναντίος ἐλθεῖν τῷ ὀρθῷ λογισμῷ, οἷα μή τινα ἔχοντι ἀντιλογίαν, ἀλλὰ εὐθύς, φησί, μετετράπετο, ὅπερ μυθικῶς μὲν δηλοῖ, ὡς εἴρηται, τὸ ἐστράφη, ὡς ἂν ἴδῃ τίς ὁ τῆς κόμης ἁψάμενος, ἀλληγορικῶς δὲ τὸ μετεβλήθη τοῦ θυμοῦ ἢ ἐπεστράφη τοῦ φρονῆσαι κατὰ τὸ «οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις». τινὲς δὲ τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν» ἀντὶ τοῦ φαεινοὶ αὐτῷ ἐγένοντο καὶ ἐφωτίσθησαν οἱ ὀφθαλμοί. διὸ αὐτίκα ἔγνω ἐκείνην οἷα ἀγχίνους, ὡς πρὸ μικροῦ εἴρηται, καὶ οὐκ ἔλαθεν αὐτὸν τοῦ λοιποῦ οὔτε ὅτι κακῶς μελετᾷ καὶ ὅτι δεῖ κρεῖττόν τι ἐπιλογίσασθαι,