Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.135
Not analysed yet
οὔθ' ὅτι φρόνησις αὕτη ἐπῆλθεν αὐτῷ. Τὸ δέ «φάανθεν» σκευωρεῖται οὕτως. τὰ εἰς μεν πληθυντικὰ τῶν εἰς ην ληγόντων παθητικῶν ἀορίστων τῷ η παραληγόμενα ἀποβολῇ τοῦ η καὶ μ τὸ τρίτον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον ἐτύφθην πρῶτος ἀόριστος παθητικός· τούτου τὸ πληθυντικὸν ἐτύφθημεν καὶ ἐξ αὐτοῦ ἀποβολῇ τοῦ η καὶ μ τὸ τρίτον τῶν πληθυντικῶν κατὰ τοὺς Αἰολεῖς ἔτυφθεν ἀντὶ τοῦ ἐτύφθησαν. οὕτω καὶ ἠγέρθημεν ἤγερθεν, ἐκοσμήθημεν ἐκόσμηθεν, ἐτμάγημεν ἀντὶ τοῦ διεκόπημεν ἔτμαγεν· «ὣς τὼ βουλεύσαντε διέτμαγεν», ἐφαάνθημεν ἐφάανθεν· «δεινὼ δέ οἱ ὄσσε φάανθεν» ἀντὶ τοῦ ἐφάνησαν. ὁμοίως καὶ ὅσα ἄλλα τοιαῦτα, ἐν οἷς καὶ τὸ «ἐρήτυθεν καθέδρας» ἤγουν κατέσχον ἢ ἡσύχασαν κατὰ τὰς καθέδρας. οἱ δὲ παλαιοὶ οὕτω καθολικώτερον κανονίζουσι τὰ τοιαῦτα Αἰολικὰ πλατύτερον παραδιδόντες κανόνα. φασὶ γὰρ ὅτι πολλοὶ παρῳχημένοι τὰ τῶν οἰκείων πληθυντικῶν τρίτα ποιοῦσιν ἐκ τῆς γενικῆς τῶν ἰδίων μετοχῶν, κλινομένης μὲν διὰ τοῦ ντ, ἀποβαλλούσης δὲ τὴν τελευταίαν συλλαβήν· οἷον λέγων λέγοντος ἡ μετοχή. ταύτης τῆς γενικῆς ἀφαιρεθεῖσα ἡ λήγουσα ποιεῖ τοῦ ἔλεγον παρῳχημένου τὸ τρίτον πληθυντικὸν ἔλεγον. οὕτω καὶ γράφων γράφοντος, ἐγράφομεν ἔγραφον. ὁμοίως καὶ τυφθεὶς τυφθέντος, ἐτύφθημεν ἔτυφθεν, κοσμηθέντος ἐκόσμηθεν, φαανθέντος φάανθεν. ὡσαύτως καὶ δύς δύντος, ἔδυμεν ἔδυν· φάς φάντος, ἔφαμεν ἔφαν· κτάς, ὁ φονεύσας, κτάντος, ἔκταμεν ἔκταν· στάς στάντος, ἔσταμεν ἔσταν καὶ ἄλλα πολλά. πλατύτερος δὲ ὁ τοιοῦτος ἐρρέθη κανών, διότι οὐ μόνον Αἰολικὰ τάσσει ῥήματα, ἀλλὰ καὶ κοινά, ὧν τῆς αὐξήσεως ἀφαιρεθείσης τὰ αὐτὰ καὶ Ἰωνικὰ γίνονται ἀντὶ κοινῶν, οἷον τὸ ἐλέγομεν ἔλεγον λέγον καὶ τὰ ὅμοια. (v. 201) [Ὅτι Ὅμηρος μὲν αἰτιατικῇ συντάσσει τὸ φωνῶ, οἷον· «καί μιν φωνήσας», πρὸς ὁμοιότητα τοῦ προσειπεῖν. οἱ δὲ μεθ' Ὅμηρον μετὰ δοτικῆς φασιν, οἷον· «φωνῶ σοι», ὁμοίως τῷ λέγω καὶ λαλῶ.] Ὅτι πτερόεντες οἱ λόγοι διὰ τὸ ταχὺ καὶ διὰ τὴν ἐν αὐτοῖς ἁρμονίαν καὶ εὐσυνθεσίαν, καὶ ὅτι τέμνουσι τὸν ἀέρα καθὰ τὸ πτερόν, ἴσως δὲ καὶ ὅτι τοὺς λογίους ὑψοῦντες ἐξαίρουσιν, [ὅθεν παρέξεσται καὶ τὸ «νῦν τοι λέγων πτερῶ σε».] ὁ δὲ μῦθος ἀγῶνα καθίζει τῇ τε τῶν Σειρήνων ᾠδικῇ τέχνῃ καὶ τῇ τῶν Μουσῶν καὶ ὑποβιβάζει τὰς Σειρῆνας ταῖς Μούσαις· αἱ δέ, καθὰ συνέδοξεν, ἀνασπῶσι πτερὰ τῶν Σειρήνων—ἦσαν γὰρ ὀρνιθοφυεῖς αἱ Σειρῆνες—καὶ μηρίνθῳ συνδέουσι καὶ στεφάνων συμμετρήσαντες κύκλοις περιτίθενται στέφανον ἑκάστῃ πτέρινον. καὶ οὐ τοῦτο μόνον ποιοῦσιν ἐπὶ τῇ τῶν Σειρήνων αἰσχύνῃ, ἀλλὰ καὶ τοὺς λόγους καλοῦσι πτερόεντας στεφανοῦντες οἷον καὶ αὐτοὺς ὡς νικητὰς τῷ τῶν πτερῶν ἐπιθέτῳ, καθὰ καὶ τὰς σφῶν κεφαλὰς αὐτοῖς τοῖς πτεροῖς. [Ἔθος οὖν ἐντεῦθεν Ὁμήρῳ ἔπεα λέγειν πτερόεντα. τῶν τινες δὲ παλαιῶν σοφῷ μεθοδικῷ ἐκλαθομένῳ τῆς κατ' αὐτὸν τέχνης τέλεον ἐπέσκωψαν