Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.142.1
Not analysed yet
ῥητορικόν, ἵνα λέγῃ αὐτὸν θρασὺν μὲν ὡς κύνα, δειλὸν δὲ ὡς ἔλαφον. τοιαύτη γὰρ ἡ ἔλαφος. διὸ καὶ φυζακινὴν αὐτὴν ἡ ποίησις καλεῖ. Ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι τρία ταῦτα Ἰσοκράτης ἀγαθὰ μαρτυρεῖ Κόνωνι, τῷ τῶν Ἀθηναίων στρατηγῷ ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμων, συναγαγὼν τὸ ἐγκώμιον ἀπὸ τῶν ἐναντίως ἐνταῦθα προσμαρτυρουμένων τῷ Ἀγαμέμνονι. ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια· ἐξ ἀναιδείας δὲ ἀπιστία ἡ πρὸς τὸ κοινόν· ἡ δὲ δειλία τὴν τῶν πολεμικῶν ἀπειρίαν ἐργάζεται. εἰ τοίνυν κακὸν ἀμέλεια καὶ ἀπιστία καὶ ἀπειρία πολέμων, ἃ δὴ πρόσεστι τῷ Ἀγαμέμνονι, ἀγαθὸν ἄρα ἐξ ἐναντίου ἐπιμέλεια καὶ πίστις καὶ πεῖρα πολεμικῶν. ἐντεῦθεν οὖν Ἰσοκράτης τὸ τοῦ Κόνωνος ἐγκώμιον ἠρανίσατο. Σημειωτέον δὲ ὡς ὁ Ἀγαμέμνων πολλὰ ὑβρίσαντα τὸν Ἀχιλλέα καὶ πρὸ τούτου καὶ νῦν οὐκ ἀνθύβρισεν, ἀλλὰ καὶ ἀγαθόν που καὶ θεοείκελον ἔφη αὐτὸν αἰδούμενος τὴν ἀρετὴν τοῦ ἀνδρός, ἴσως δὲ καὶ ὀκνῶν λόγοις κολάζειν, ὃν ἔργοις ἀμυνεῖται. οὕτω δὲ ἦν ἡ τοῦ Ἀχιλλέως ἀρετὴ ὁμολογουμένη, ὥστε καὶ αὐτὸς ὁ βασιλεὺς μάλα μέν φησι καρτερὸν αὐτὸν εἶναι, ἐκ θεοῦ δὲ τοῦτο λαβεῖν. [Ἰστέον δὲ ὅτι ὁ οἰνοβαρὴς ἔχει καὶ ῥῆμα βαρύτονον τὸ οἰνοβαρείω, οὗ τῆς μετοχῆς χρῆσις ἐν Ὀδυσσείᾳ. (v. 226 ss.) Ὅτι ψόγος στρατηγοῦ τὸ «οὔτε ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχονδ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι». τουτέστι θανάτῳ εἰκάζεται ὑπὸ σοῦ ἡ κινδυνώδης μάχη καὶ οὐ χαίρεις ἐπ' αὐτῇ ὡς χάρμῃ. Ἀχιλλεὺς δὲ κατὰ τοῦ βασιλέως ταῦτα σκώπτει ἐπάγων καί, ὅτι «πολὺ λώϊόν ἐστι κατὰ στρατὸν δῶρ' ἀφαιρεῖσθαι, ὅς τις σέθεν ἀντίον εἴπῃ» ἤγουν αἱρετώτερόν σοι ζημιοῦν τοὺς ἀντιλέγοντας ἤπερ ἐκ πολέμου ζῆν.] (v. 226 s.) Ἰστέον δὲ ὅτι τὸ μὲν ἅμα λαῷ θωρηχθῆναι τὴν φανερὰν δηλοῖ καὶ ἀντιμέτωπον παράταξιν, τὸ δὲ λόχονδ' ἰέναι σὺν ἀριστεῦσι τὴν ἐξ ἐπικρύψεως ἐπίθεσιν σημαίνει. Ὅτι δὲ ἀριστέων μάλιστα ὁ λόχος δέεται, ἐν τῇ νῦ ῥαψῳδίᾳ ῥηθήσεται, ὅπου καὶ λόχος ῥηθῆναι φαίνεται παρὰ τὸ λέγω τὸ ἐπιλέγω, ἐν ᾧ εἰσιν ἐπίλεκτοι καί, ὡς νῦν φησιν ὁ ποιητής, ἀριστεῖς. Σημείωσαι δὲ ὅπως ἐνταῦθα ὁ ποιητὴς παρέφρασεν ἢ ἡρμήνευσε τὸ πρὸ ὀλίγου ῥηθὲν τὸ «ἢ ὁδὸν ἐλθεῖν ἢ ἀνδράσιν ἶφι μάχεσθαι». τὸ μὲν γὰρ εἰς πόλεμον ἅμα λαῷ θωρηχθῆναι τοῦτό ἐστιν ἀνδράσιν ἶφι μάχεσθαι, τὸ δὲ λόχονδε ἰέναι ταὐτόν ἐστι τῷ ὁδὸν ἐλθεῖν. (v. 230) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ «δῶρα ἀποαιρεῖσθαι» δῶρα ὁ ποιητὴς λέγει οὐ τὰ κυρίως, ἀλλὰ ἁπλῶς τὰ κατὰ λάχος προσόντα τοῖς Ἕλλησι. καὶ ἔοικε σκωπτικῶς τοῦτο ῥηθῆναι παρ' ὑπόνοιαν. δέον γὰρ ἢ τὸν βασιλέα δῶρα διδόναι, ὁ δὲ δῶρα ἀφαιρεῖται· ἢ καὶ ἄλλως δῶρα τὰ γέρα. τὸ γὰρ γέρας δῶρον πάντως τοῖς ἀριστεῦσιν οὐ κλήρῳ λαγχάνον, ἀλλὰ πρὸς χάριν διδόμενον. ὁ γοῦν τὸ ἀλλότριον ἀφαιρούμενος γέρας δῶρον ἀφαιρεῖται, ὃ δὴ ἐπὶ τῆς Βρισηΐδος ἠπείληται καὶ γεγένηται εἰς Ἀχιλλέα. εἰ δὲ μὴ εὕρηται καὶ ἕτερος τοῦτο πεπονθώς, ἀλλὰ τυχὸν μὲν κατὰ τὸ σιωπώμενον γεγόνασι καὶ ἐπ' ἄλλοις τὰ ὅμοια· τέως γε μὴν παρὰ τῷ ποιητῇ καὶ ἐκ μιᾶς πείρας καθολικόν τι πολ-