Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.141
Not analysed yet
τούτου ἐν τοῖς ἑξῆς ῥηθήσεται. (v. 218) Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα Ὁμήρου γνωμικὸν εἰπόντος τὸ «ὅς κε θεοῖς ἐπιπείθηται» καὶ ἑξῆς, ὀρθὸν ἔσται παρῳδηθὲν οὕτω κατὰ πτῶσιν ἑνικήν· «ὅς κε θεῷ ἐπιπείθηται, μάλα τ' ἔκλυεν αὐτοῦ» ἤγουν θεὸς ἀκουσθεὶς ἀντακούει ἐπὶ πλέον. ἔχει δέ τι καινοπρεπές· τὸ γὰρ κοινὸν καὶ σύνηθες ἦν ἄν· «ὃς θεοῖς πείθεται, κλύεται». οὐκ ἔσχε δὲ οὕτω φράσαι διότι τοῦ κλύω οὐκ εἰσὶ παθητικά.] (v. 219) Ὅτι κώπη ἡ τοῦ ξίφους λαβή, μέρους ὄνομα, ὅθεν καὶ ὅτε κώπην τις εἴπῃ τὴν ναυτικήν, κώπη καὶ ἐκείνης κυρίως ἡ λαβή, ἀφ' ἧς καὶ τὸ ὅλον ὠνόμασται. [Αὐτὴ μέντοι ἔχει τὸ καὶ ἐλάτη λέγεσθαι καὶ πλάτη δὲ διὰ τὸ ἐλαύνεσθαι κατὰ τὸ κάτω πλατύ. ἡ δὲ Ὁμηρικὴ ἀργυρέη ἐρρέθη πρὸς διαστολὴν ἐκείνης, οἷον «ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν». δι' ἣν ἀργυρέην κώπην καὶ ξίφος λαλεῖται ἀργυρόηλον.] (v. 220) Ὅτι τὸ ἀπιθεῖν ἀεὶ παρ' Ὁμήρῳ διὰ τοῦ ι γράφεται ὡς ἀπὸ τοῦ πιθῶ δευτέρου μέλλοντος γενόμενον. παρ' ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκ τοῦ ἀπειθής ὀνόματος, καθὰ καὶ τὸ ἀφειδῶ ἐκ τοῦ ἀφειδής. (v. 223) Ὅτι οὐ μόνον ἐν ἔργοις ἡ ἄτη, ἀλλὰ καὶ ἐν λόγοις, ὁποῖοι καὶ οἱ κατὰ χόλον ὑβριστικοί. διὸ εἰπὼν ὁ ποιητής, ὡς ἀταρτηροῖς ἐπέεσσιν Ἀτρείδην προσέειπεν Ἀχιλλεύς, ἐπάγει· «καὶ οὔ πω λῆγε χόλοιο», δηλῶν ὅτι ἀτηρὸς λόγος ἐστὶ καὶ ὁ χολωτός. [πλεονασμὸς δέ ἐστι φανερὸς τῆς ταρ συλλαβῆς ἐν τῷ ἀταρτηροῖς.] (v. 225) Ὅτι ἐν στίχῳ ἑνὶ τρεῖς ὕβρεις ὁ Ἀχιλλεὺς ἐπιρρίπτει τῷ βασιλεῖ λέγων κομματικῶς· «οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο». παρακατιὼν δὲ καὶ δημοβόρον λέγει αὐτὸν ἀπολύτως οὕτως εἰπὼν καὶ ἀσυνδέτως «δημοβόρος βασιλεύς». οἰνοβαρὴς μὲν οὖν ὁ Ἀγαμέμνων ὑπονοεῖται, διότι εὐεπιφόρως που ἔχων εἰς τὰ κατὰ οἶνον εὑρίσκεται τοῖς τε ἀριστεῦσιν ἐπονειδίζων, ὅτι μὴ γενναίως μάχονται καὶ ταῦτα παρ' αὐτῷ πίνοντες, ὥσπερ αὐτός, καὶ λόγους δέ τινας λαλῶν συμποσιακούς, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ αἱ κλισίαι δὲ αὐτοῦ, ὥς τις ἐρεῖ ἐν τοῖς ἑξῆς, οἴνου πλεῖαί εἰσιν· ἀναιδὴς δὲ διὰ τὰ πρὸ μικροῦ εἰς τὸν Ἀχιλλέα φορτικά· δειλὸς δὲ διὰ τὸ πολλαχοῦ λέγειν τὸ «φεύγωμεν», καθάπερ δηλωθήσεται. ἔοικε δὲ καὶ πρὸ τούτου τοῦ χρόνου τοιαῦτά τινα ὁ Ἀγαμέμνων ποιεῖν, ἐξ ὧν ἄρτι ὁ Ἀχιλλεὺς οὕτω σφοδρῶς ὑβρίζει αὐτόν. οὐ γὰρ ἂν ἁπλῶς οὕτω καὶ ψευδῶς τοὺς λόγους παρέρριψε. Τὸ δέ «κυνὸς ὄμματ' ἔχων» φθάσας καὶ ἄλλως ἔφρασεν, ὅτε ἀναιδείην τε ἐπιειμένον ἔλεγε τὸν Ἀγαμέμνονα καὶ κυνῶπα συνθέτῳ ὀνόματι ἐκάλει αὐτόν. ἀντίκειται δὲ τὸ «κυνὸς ὄμματα ἔχων» πρὸς τὸ «κραδίην ἐλάφοιο» καὶ ἔστιν ἀντίθετον σχῆμα