Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.144
Not analysed yet
κτικὰ λαλοῦσιν ἀντὶ παρῳχημένων, οἷον «ἐπεὶ ἔλθοι ὁ δεῖνα» ἤτοι ἦλθε· καὶ «ὡς δὲ λαλήσοι» ἀντὶ τοῦ ἐλάλησε· καὶ ἄλλα τοιαῦτα. οὕτω καὶ ὧδε τὸ «ἦ γὰρ ἂν νῦν ὕστατα λωβήσαιο» ἀντὶ τοῦ τὰ ὕστερα ἂν ἐλωβήσω ἤγουν ὕβρισας. λώβη γὰρ ἡ εἰς τὸ φανερὸν ὕβρις καὶ ὡς εἰπεῖν ἐν μέσῳ λαοῦ βαίνουσα εἴς τινα, οἱονεὶ λαόβη καὶ κατὰ κρᾶσιν λώβη. [τινὲς μέντοι παρὰ τὸ λώπιον ἐτυμολογοῦσι τὴν λώβην, ὅπερ ἐστὶν ἱμάτιον, ἀφ' οὗ καὶ λωποδύτης καὶ ῥῆμα λωποδυτῶ, ἵνα ᾖ λώβη ἡ ἐν ἀπεκδύσει λωπίου ὕβρις ἐπαγομένη διὰ μάστιγος. Σημείωσαι δὲ ὅτι ἐν τῷ «ἦ γὰρ ἂν ὕστατα λωβήσαιο» λείπει θυμικῷ λόγῳ τὸ «εἰ μὴ οὐτιδανοῖσιν ἄνασσες», ἵνα λέγῃ ὅτι τὰ ὕστατα ὕβρισας ἂν ἐμὲ τὸν τηλικοῦτον, εἰ μὴ οὐτιδανοὶ ἦσαν οἱ Ἀχαιοὶ καὶ ἀφιλότιμοι οἱ παρὰ σοῦ βασιλευόμενοι.] (v. 234—7) Ὅτι θυμῷ ἐλαυνόμενος ὁ Ἀχιλλεὺς καὶ εἰς ὅρκον συνελάσας ἑαυτὸν οὐ Δία ἢ τοιοῦτόν τι ἐπόμνυται, ἀλλ', ὥσπερ κατὰ τὸν παλαιὸν λόγον τὸ παρατυχὸν ὄργανον ὅπλον ἐστὶν ἀχορηγήτου θυμοῦ, οὕτω καὶ νῦν Ἀχιλλεὺς ἐκ τοῦ παρατυχόντος πράγματος τὸν ὅρκον πορίζεται διὰ τὸν τοῦτο ἀπαιτοῦντα θυμὸν καὶ ὀμνύει εἰς τὸ ἀνὰ χεῖρα σκῆπτρον καὶ τούτου τὴν αἰτίαν ἐπάγει αὐτὸς διχόθεν εὔλογον εἶναι τὸ πρᾶγμα τιθείς. εἴτε γὰρ ἁπλῶς ξύλον θετέον τὸ σκῆπτρον τοῦτο τὸ ἀνὰ χεῖρας, καλόν ἐστιν εἰς ὅρκον συμβολικώτερον τε καὶ ἀφελέστερον. ὡς γὰρ αὐτὸ οἷα ξύλον τὴν τομὴν ἐν ὄρεσι λελοιπὸς οὔποτε τοῦ λοιποῦ φύλλα καὶ ὄζους φύσει οὐδ' ἀναθηλήσει· περιέλεψε γὰρ αὐτὸ ὁ χαλκὸς φύλλα τε καὶ φλοιόν· οὕτως οὐδὲ ἡμεῖς ἅπαξ ἐνταῦθα ἐν τῇ ἀγορᾷ τομὴν λελοιπότες καὶ ἀλλήλων ὥσπερ ἀποτμαγέντες τῇ διαστατικῇ ἔριδι τὸ τῆς φιλίας ἐνδειξόμεθα θάλος ἐς ὕστερον καὶ συμβησόμεθα. καὶ οὕτω μὲν εὔθετον εἰς ὅρκον ὡς ξύλον ἁπλῶς θεωρούμενον τὸ σκῆπτρον τόδε. εἰ δὲ καὶ οὐχ' ὡς ἁπλῶς ξύλον, ἀλλ' ὡς θεῖόν τι καὶ τίμιον καί, ὡς προείρηται, βασιλείας ὑπουργὸν καὶ δίκης σύμβολον θεωρήσει τις αὐτό—εἰς τόδε γὰρ τὸ βασιλικὸν ὀμνύει καὶ οὐχ' ἁπλῶς εἰς ἅπαν σκῆπτρον· —μάλιστα ἂν εἰς ὅρκον παραληπτέον αὐτό, οὐ δι' ἑαυτό, ἀλλὰ διότι μιν ἐν παλάμαις φορέουσι δικασπόλοι, οἳ θέμιστας πρὸς Διὸς φυλάσσουσι. διὸ εἰς τόδε τὸ σκῆπτρον ὀμνύων ὡς εἰς αὐτὴν τὴν Διὸς ἀρχὴν ἢ εἰς τὴν δίκην ἢ εἰς τὴν θέμιν φησί· «ναὶ μὰ τόδε σκῆπτρον» καὶ τὰ ἑξῆς· καὶ ἐπάγει ἐν τῷ τέλει, ὅτι «ὅδε μέγας ἔσσεται ὅρκος». πῶς δὲ μέγας; διὰ τὰ ῥηθέντα. (v. 240—3) Ἔστι δὲ τὸ πᾶν τοῦ ὅρκου τοιοῦτόν τι· «μὰ τόδε σκῆπτρον, ὄντως Ἀχιλλέως ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας, ὅτε πολλοὶ ὑπὸ Ἕκτορος ἀνδροφόνοιο θνῄσκοντες πίπτωσιν». εἰ δέ τῳ μὴ ἀρέσκει ὁ εἰς τὸ σκῆπτρον