Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.145
Not analysed yet
ὅρκος διὰ τὸ ἀφελές τε καὶ εὐτελές, ἐνθυμείσθω τὸ [»ἴστω σίδηρος ὅρκιον δέ μοι ξίφος», ἔτι δὲ καὶ] τοὺς ὀμνύοντας τὴν πλάτανον ἢ τὸν χῆνα ἢ τὰ τοιαῦτα. πολλῷ γὰρ δή που τοῦτο ἐκείνων σεμνότερον, εἰ καὶ ἐν καιρῷ θυμοῦ σχεδιάζεται. θεὸν γὰρ ὀκνεῖ, φασίν, ἐπομόσασθαι δεδιὼς τὸ τοῦ ὅρκου δυσέκβατον. (v. 234) Ἰστέον δὲ ὅτι δύο τούτων ὄντων ἐπιρρημάτων ὁρκωμοτικῶν, τοῦ μά καὶ τοῦ νή, ἀπωμοτικὸν μὲν ἤτοι ἀποφατικόν ἐστι τὸ μά· οἷον «μὰ τὴν δίκην οὐ ποιήσω τό». κατωμοτικὸν δὲ τὸ νή· οἷον «νὴ τοὺς λόγους ποιήσω τό». ὁ μέντοι ποιητὴς ἐνταῦθα καὶ κατωμοτικὸν ἔχων ὅρκον καὶ ἀπωμοτικὸν, τὴν δὲ τοῦ νη χρῆσιν μὴ ἔχων τότε ἐγνωσμένην τῷ ναί ἀντ' αὐτοῦ ἐχρήσατο ἐπιρρήματι καὶ δίδωσιν ἀφορμὴν ἡμῖν ὑπονοεῖν, ὡς ἐντεῦθεν ὕστερον τὸ νή ἐπίρρημα γέγονεν, εἰπών· «ναὶ μὰ τόδε σκῆπτρον» καὶ ἐμφήνας ὅτι καὶ καταφατικῶς ὀμόσει καὶ κατὰ ἀπόφασιν ἤγουν κατωμοτικῶς καὶ ἀπωμοτικῶς· διὰ μὲν τὸ ναὶ κατωμοτικῶς, ἀπωμοτικῶς δὲ διὰ τὸ μά. καὶ ἔστιν ὅρκος ἐνταῦθα ἐν καταφάσει μὲν τὸ «ὄντως Ἀχιλλῆος ποθὴ ἵξεται Ἀχαιούς», ἐν δὲ ἀποφάσει τὸ «σὺ δὲ οὐ δυνήσεαι ἀχνύμενός περ χραισμεῖν». Ἰστέον δὲ ὅτι παρὰ τοῖς Δωριεῦσιν εὕρηται ἐξ ὀρθοῦ ὁρκωμοτικὸν ἐπίρρημα τὸ ναί, οἷον «ναὶ τὼ σιώ» ἤγουν νὴ τοὺς θεούς. καὶ τάχα ἐκ τούτου μάλιστα τὸ νὴ ὁρκωμοτικὸν ἐπίρρημα γέγονε. τὸ μέντοι Ὁμηρικὸν τοῦτο ναὶ βεβαιωτικόν ἐστιν ἐπίρρημα. Σκῆπτρον δὲ νῦν μὲν βασιλικὸν ἄλλως τε σεμνὸν καὶ χρυσείοις δὲ ἥλοις πεπαρμένον. ἐν δὲ Ὀδυσσείᾳ, ὡς καὶ προερρέθη, καὶ πτωχικὸν σκῆπτρον εὕρηται ἤτοι βάκτρον καὶ ῥάβδος, ὅπερ οὐκ ἂν γένοιτό τινι ὅρκος διὰ τὴν εὐτέλειαν. εἰ γὰρ καὶ ἐκεῖνο τομὴν ἐν ὄρεσι λέλοιπε περιφραστικῶς ἀντὶ τοῦ ἐξετμήθη τοῦ ὄρους, ἔτι δὲ καὶ ἐξελεπίσθη, ἀλλ' οὐ δικασπόλοι φέρουσιν αὐτό. διὸ οὐδὲ μέγα ἐκεῖνο εἰς ὅρκον. τοῦτο μέντοι μέγα τὸ παρὰ τῷ Ἀχιλλεῖ διὰ τὴν δίκην καὶ τὴν τοῦ Διὸς θέμιν, ὧν ἐστι σύμβολον. διὸ καὶ δὶς ἐπεσημήνατο τὸ αὐτοῦ μεγαλεῖον ὁ ποιητὴς πρό τε τοῦ ὅρκου εἰπών· «μέγαν ὅρκον ὀμοῦμαι»· καὶ μετὰ τὸν ὅρκον· «ὃ δέ τοι μέγας ἔσσεται ὅρκος» τοῖς τε νῦν δηλαδὴ καὶ τοῖς μετὰ ταῦτα μανθάνουσιν. (v. 239) Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι τὸ «ὅδε τοι μέγας ἔσσεται ὅρκος» εἶχε μὲν καὶ ἄλλως εἰπεῖν «τόδε τοι μέγας ἔσσεται ὅρκος» ἤγουν τὸ βασιλικὸν σκῆπτρον· ὅμως δὲ ὁ ποιητὴς καινότερον σχηματίζει ἀποδεδωκὼς πρὸς τὸ «ὅρκος», ὁποῖά τινα ποιήσει καὶ ἀλλαχοῦ. ἔστι δὲ τὸ σχῆμα ὅμοιον, ὡς καὶ εἴ τις εἴποι, ὅτι τάδε καὶ τάδε γίνονται· ὃ δέ τοι τρόπος οἰκονομίας βασιλικῆς· ἢ τὸ καὶ τὸ γενήσεται, ὅσπερ δὴ νόμος προνοίας θεοῦ καὶ ὅσα τοιαῦτα. (v. 238) Δικασπόλοι δὲ λέγονται οἱ περὶ δίκας πολοῦντες, ὡς οἰωνοπόλοι καὶ ὀνειροπόλοι οἱ περὶ οἰωνοὺς καὶ ὀνείρους. Δίκη δὲ καὶ θέμις ταὐτόν ἐστι. διὸ καὶ ὁ ποιητὴς