Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.153
Not analysed yet
φησίν, ὡς γενεαὶ τρεῖς ἀνδρῶν ἑκατὸν ἔτεά εἰσι. (v. 250) Μέροπες δὲ οἱ ἄνθρωποι παρὰ τὸ φύσει μεμερισμένην ἔχειν τὴν ὄπα εἴς τε λέξεις καὶ εἰς συλλαβὰς καὶ εἰς στοιχεῖα, ὃ μηδεμία τις ἄλλη ἔχει φωνὴ παρὰ τὴν τῶν ἀνθρώπων αὐδήν. αἱ γὰρ ἄλλαι οὔτε ὄπες λέγονται, ὥσπερ οὐδὲ αὐδή, καὶ οὐδὲ ἐπιμερίζονται. οἱ μέντοι τῆς ἡμετέρας θείας αὐλῆς μέροπας τοὺς ἀνθρώπους ἐπικληθῆναί φασιν ἀπὸ τοῦ μερισμοῦ ἤτοι διαμερισμοῦ τῆς ὀπός, ὃν ἔπαθον μετὰ τὸν τῆς Χαλάνης πύργον διαμερισθέντες ἁπανταχοῦ τῆς γῆς. δῆλον δὲ ὅτι καὶ ὄρνιθές τινες λέγονται μέροπες, ὧν τάχα πρὸς διαστολὴν ἐνταῦθα πρόσκειται τὸ ἀνθρώπων. φησὶ γάρ «δύο γενεαὶ μερόπων ἀνθρώπων». εὕρηνται δὲ καὶ οἱ Κῷοι, τουτέστιν οἱ τῆς Κῶ τῆς νήσου ἔποικοι, Μέροπες ἰδίως καλούμενοι ὀνόματι ἐθνικῷ καὶ ἡ νῆσος αὐτῶν Κῶς Μεροπηΐς. εὑρεθήσεται δέ που καὶ κύριον ὄνομα ὁ Μέροψ ἐν τοῖς ἑξῆς. [Ἰστέον δὲ ὅτι τὸ μέν «μερόπων ἀνθρώπων» ἐντελῶς πέφρασται, καθὰ καὶ τὸ «βροτοὶ ἄνδρες», ὁ δὲ ἄλλως τοὺς ἀνθρώπους φράσας κατὰ μόνας βροτοὺς ἢ μέροπας ἐλλείπει.] (v. 251) Τὸ δὲ ἐφθίατο Ἰωνικόν ἐστιν, ὡς ἀλλαχοῦ σαφῶς ῥηθήσεται. Τὸ δὲ ἐτράφησαν καὶ ἐγένοντο σχῆμά ἐστι κατὰ μέν τινας ὑστερολογία, κατὰ δὲ ἄλλους πρωθύστερον· ἐπεὶ τὸ πρῶτον ὕστερον τίθεται καὶ τὸ ὕστερον πρῶτον. τὸ γὰρ ἐγένοντο πρῶτον τοῦ ἐτράφησαν· ὕστερον γάρ τις τρέφεται γεννηθῆναι φθάσας. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῷ ποιητῇ, οἷον τὸ «ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει». πρῶτον γὰρ τὸ καθίζειν ἀγορὰν τοῦ λύειν· καὶ τὸ «εἰσῆλθε καὶ ὑπέρβη λάϊνον οὐδόν». πρῶτον γὰρ ὑπερβαίνει τις οὐδόν, εἶτα εἰσέρχεται. τοιοῦτον καὶ τὸ «ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε», ὡς φανήσεται ἐν τοῖς ἑξῆς. ὅμοιον καὶ τὸ «τοὺς μὲν ἀνστήσειεν, ὁ δ' Ἀτρείδην ἐξεναρίζοι», ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη. (v. 252) Τὴν δὲ Πύλον παρὰ μὲν Ὁμήρῳ οὐκ ἔστιν ἀναντιρρήτως εὑρεῖν λεγομένην κατὰ γένος ἀρσενικόν· ὁ μέντοι Γεωγράφος καὶ ἄλλοι τὸν Πύλον φασίν. ὅτι δὲ τρεῖς Πύλοι καὶ ὅτι οἱ μὲν τῆσδε τῆς Πύλου, οἱ δὲ ἐκείνης φασὶν ἄρχειν τὸν Νέστορα, οἱ δὲ καὶ τῶν τριῶν, γραφήσεται καὶ ἐν τοῖς ἑξῆς. περὶ δὲ Πύλου διείληπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. [λέγει δ' ἐνταῦθα τὴν Πύλον ἠγαθέην οὐ τόσον ἐκ τοῦ ἄγαν θείαν—ἦ γὰρ ἂν ἐφύλασσε τὸ νῦ τοῦ ἄγαν ὁμοίως τῷ ἀγάννιφος Ὄλυμπος—, ὅσον ἐκ τοῦ ἀγῶ ἀγάζω, ὅθεν ἀγαστός,