Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.152
Not analysed yet
τὴν ἱστορίαν Ἡρακλῆς ἔτι νεωτάτου ὄντος τοῦ Νέστορος τὴν Πύλον πολιορκήσας, ὅτε καὶ Ποσειδῶν αὐτῷ καὶ Ἀπόλλων ἀντέστησαν κατὰ Πίνδαρον, τούς τε γέροντας ἀνεῖλε μίαν ἐκείνην γενεὰν καὶ δευτέραν γενεὰν τοὺς ἀκμάζοντας πρὸ τοῦ Νέστορος ἄμφω καὶ γενομένους καὶ τραφέντας ἐν τῇ Πύλῳ. καὶ ἐκείνους μὲν ἀνεῖλεν ἤγουν τοὺς γέροντας, ὡς λόγοις βλάψαντας· ἐκώλυσαν γὰρ τὸν τῆς Πύλου βασιλέα Νηλέα ὑποδέξασθαι καὶ καθᾶραι φόνου τὸν Ἡρακλέα· τούτους δὲ ἤτοι τοὺς ἀκμαίους ὡς καὶ ἔργοις λυπήσαντας· μαχόμενοι γὰρ ἀντέστησαν· τὴν δὲ τρίτην περιεποιήσατο γενεὰν τὴν τῶν παίδων ὡς ἀμεμφῆ καὶ μηδὲν αὐτὸν βλάψασαν, ἧς καὶ ἦρξεν ὕστερον ὁ Νέστωρ τῆς τρίτης δηλαδή. ἰστέον δὲ ὅτι ὁ λόγος οὗτος ἱστορεῖ μέν τι τῶν κατὰ τὸν Νέστορα, οὐ μὴν καὶ πολυχρονιότητα φανερῶς προσμαρτυρεῖ αὐτῷ. ἕτεροι δὲ οὕτω φασίν· ὅτι γενεὰ κατὰ τοὺς παλαιοὺς οἱ τριάκοντα χρόνοι, μεθ' οὓς τελειοῦται ἄνθρωπος, ὡς δοκεῖ καὶ Ἡσιόδῳ ἐν τῷ «μήτε τριηκόντων ἐτέων μάλ' ἀπολείπων». τῷ τοίνυν Νέστορι δύο γενεαὶ ἀνθρώπων ἐφθίατο τουτέστι παρῆλθον· ἤνασσε δὲ τῆς τρίτης γενεᾶς καὶ τῶν ἐν αὐτῇ ὄντων τουτέστιν ὑπερέβη τὰ ἑξήκοντα ἔτη. ἔχει δὲ καὶ ὁ λόγος οὗτος πρόσκομμά τι· πρῶτα μὲν διὰ τὴν ἀοριστίαν—οὐ γὰρ φανερῶς ὥρισται, οἵου ἔτους ἦν ὁ Νέστωρ, ἀλλὰ δηλοῦται μόνον ὅτι ὑπὲρ τὰ ἑξήκοντα ἦν ἔτη—εἶτα καὶ διότι τὸ «οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο ἐν Πύλῳ» οὐκ εὐκόλως πρὸς τὴν τοιαύτην ἔννοιαν συμβιβάζεται. λέγεται οὖν τις καὶ τρίτη ἔννοια τοιαύτη· ὅτι δύο γένη ἀνθρώπων ὅλα παρῆλθον, αὐτὸς δὲ ἄρτι τῶν τρίτων ἤνασσεν. Οἷον ἐβασίλευσεν ἔτι παντελῶς νεάζων ἀκμαίων καὶ ἤδη τελείων στρατιωτῶν. ἀπέκαμον ἐκεῖνοι καὶ τῷ χρόνῳ ἔφθιντο καὶ παρεθέντες γεγόνασιν ἀπόμαχοι. καὶ ἰδοὺ ἔφθιτο τῷ Νέστορι μία γενεά. ἦρξεν αὖθις ἑτέρων ὁ Νέστωρ τῇ ἀκμῇ τεθηλότων. ἀπερρύη δὲ τῷ χρόνῳ καὶ αὐτοῖς τὸ νεοτήσιον ἄνθος καὶ ἀπέσβη τὸ πρὸς τὰ ἔργα θερμόν. καὶ ἰδοὺ δευτέρα γενεὰ οὗτοι, οἳ ἐπίσης τοῖς πρὸ αὐτῶν ὑπὸ αὐτῷ ἤτοι τῷ Νέστορι ὄντες ἅμα τράφεν καὶ ἐγένοντο. φθαρέντων δὲ καὶ αὐτῶν ὁ Νέστωρ ἔτι ἐξήρκεσε. νῦν δέ γε τρίτης ἀνάσσει γενεᾶς ἀκμαίας δηλαδὴ καὶ ἀντιπάλου τοῖς Τρωσίν. ὡς εἴγε μὴ τοιαύτης ἄρχει τρίτης γενεᾶς, ἀλλ' ἐκείνης τῆς παιδικῆς τῆς περισωθείσης ἐν τῇ τῆς Πύλου ἁλώσει. ἢ καὶ ἄλλως· ἀνδρῶν τῶν ὑπὲρ τὰ ἑξήκοντα ἔτη πεμπέλων ἄρχει καὶ ὁμοίων ἑαυτῷ, ἐξ ὧν οὐδεμία τοῖς Ἀχαιοῖς εἰς μάχην ἐστὶ λυσιτέλεια, ὥστε μᾶλλον οὕτω λέγοιτ' ἂν τρίτης ἄρχειν ὁ Νέστωρ γενεᾶς· ὧν αἱ μὲν δύο πρόσθεν γεγονυῖαι οὐκέτι εἰσί· τῆς δὲ τρίτης ἄρτι ἄρχει αὐτὸς ἐξαρκέσας καὶ εἰς γενεὰν τρίτην. ὅτι δὲ τὸ γενεά πολυσήμαντόν ἐστι, δηλοῦσιν οἱ παλαιοί. ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακονταετῆ γενεὰν Ἡρόδοτος βραχύ τι παρεκτείνων