Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.155
Not analysed yet
γίνεται καὶ ἀφῶ. τοῖς δὲ βιαζομένοις τὸν Ὅμηρον καὶ μετάγουσι πρὸς ἑτέρους ποιητὰς τὰ ἐκείνου ἀρέσκει λέγειν τὸ «ὦ πόποι» ἀντὶ τοῦ «ὦ θεοί», ἐπειδὴ εὕρηνται ἐν τοῖς μεθ' Ὅμηρον οἱ θεοὶ πόποι λεγόμενοι οἱονεὶ ἔποποι κατὰ τοὺς παλαιούς, ὡς τὰ πάντα διοπτεύοντες, ὁποῖον δή τι καὶ ὁ δίοπος δηλοῖ, λέξις παρ' Αἰσχύλῳ ἡγεμονική. Ὅτι μέγα κακὸν ὁ ποιητὴς κρίνει, ἐφ' ᾧ πενθήσουσι μὲν οἱ φίλοι, χαρήσονται δὲ οἱ ἐχθροί. καὶ δηλοῖ τοῦτο ἐν οἷς θέλων δεῖξαι φαύλην τὴν τῶν βασιλέων ἔριν φησίν «ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· γηθήσαι δὲ Πρίαμος ἄλλοι τε Τρῶες, ἐὰν τάδε πύθοιντο». σημείωσαι δὲ ὅτι [τὸ μὲν πένθος ἐκ τοῦ πάθος μετηλλάγη, καθὰ καὶ τὸ βάθος ἐκ τοῦ βένθος, οἷον «ἡμένη ἐν βένθεσιν ἁλός», τὸ δὲ Ἀχαιΐδα ἐντελῶς ἔχει, καθὰ καὶ τὸ Ἀχαιϊκός. τὸ δέ γε Ἀχαΐδα καὶ Ἀχαϊκόν, ὥσπερ καὶ τὸ Ἀχαΐα, παρὰ τοῖς ὕστερον ἀπέλευσιν ἔπαθε τοῦ ι κατὰ ἀκολουθίαν Αἰολέων, οἵ, ὡς καὶ προεδηλώθη, ἀποβάλλουσιν αὐτὸ καὶ ἐν τῷ Ἀχαιός, ὡς καὶ ἐν τῷ παλαιός.] Τὸ δὲ ἱκάνω ἀεὶ παρὰ τῷ ποιητῇ ἐκτείνει τὴν παραλήγουσαν. Τὸ δέ γε ἱκανώτατος ἀπὸ τοῦ ἱκάνω γενόμενον ἀμφιβόλως ἔσχεν, εἴτε διὰ τοῦ ω μεγάλου γραφήσεται, ὅπερ καὶ μάλιστα τοῖς πλείοσιν ἔδοξεν, εἴτε καὶ διὰ τοῦ ο μικροῦ. ἐζυγομάχησαν γὰρ καὶ εἰς τοῦτό τινες. Ὅρα δὲ τὸ «ἦ μέγα πένθος» τὴν ἁπλότητα τοῦ συνθέτου Μεγαπένθους, ὃς τῷ Μενελάῳ υἱὸς ἐτέχθη μετὰ τὴν Ἑλένης ἁρπαγὴν ἐξ ἑτέρας ἐν καιρῷ μεγάλου πένθους, οὐ τοῦ νῦν μέντοι λεγομένου ὑπὸ Νέστορος, ἀλλὰ τοῦ κοινοῦ. τὸ δέ «ἦ μέγα πένθος» παραφράζων ἑτέρωθί φησιν «ἦ κε μέγ' οἰμώξειε γέρων» καὶ ἑξῆς. (v. 258) Ὅτι τελείων ἀνθρώπων ἔπαινος τὸ «οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι». αὐξάνων δέ τις που τὸ ἐγκώμιον ἀντὶ τοῦ Δαναῶν πάντων ἐρεῖ ἢ ἄλλο τι τοιοῦτον· παραφράσας δὲ αὐτό, εἰ βούλεται, μεταγάγῃ ἐκ τῆς ποιητικῆς στρυφνότητος εἰς τοιαύτην τινὰ σαφήνειαν· οἳ περίεστε μὲν πάντων τῇ βουλῇ περίεστε δὲ καὶ τῇ κατὰ πόλεμον δεξιότητι. οἰκεῖος δὲ ὁ λόγος ἐπὶ ἀνδρῶν ἀνδρείων τε καὶ συνετῶν· ἁρμόσει δέ ποτε καὶ ἐπὶ ἑνὸς διὰ παραφράσεως, οἷον, ὡς βουλῇ τε καὶ μάχῃ πάντων περίεστιν. ὧν μάλιστα χρεία τοῖς ἐν πολέμῳ. διὸ καὶ ἐν τοῖς ἑξῆς Ἄρην καὶ Ἀθηνᾶν ὁ ποιητὴς ἐρεῖ τῇ μάχῃ ἐνδημεῖν, ὧν Ἄρης μὲν μάχης, Ἀθηνᾶ δὲ βουλῆς ἐπιστατεῖ. Ἰστέον δὲ ὅτι τὸ περιεῖναι ποτὲ μὲν τὸ ὑπερέχειν δηλοῖ καὶ περιττότερον εἶναι, ὡς ὅτε τις εἴποι, ὅτι ὁ δεῖνα περίεστι τοῦ δεῖνος· —ὥσπερ καὶ ἐνταῦθα ὁ Ἀχιλλεὺς καὶ ὁ Ἀγαμέμνων περιεῖναι λέγονται πάντων ἔν τε βουλῇ καὶ μάχῃ—ποτὲ δὲ τὸ περιεῖναι λέγεται ἐπὶ περιουσιασμοῦ τοῦ ἐν τῷ βίῳ, ὡς ὅτε τις εἴποι, ὡς πολλὰ μὲν κεκοπίακα, οὐδὲν δέ μοι περίεστιν ἀντὶ τοῦ