Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.156
Not analysed yet
ἐκ περισσοῦ κεῖται, ἐξ οὗ καὶ ἡ περιουσία λαμβάνεται. δηλοῖ δὲ τὸ περιεῖναι πολλάκις καὶ τὸ ἁπλῶς ζῆν. οὕτω γὰρ περιεῖναί τις τῷ βίῳ λέγεται. Ἰστέον δὲ ὅτι διδάσκει ὁ ποιητὴς καὶ ἐνταῦθα, ὡς ψεύσεταί ποτε κατὰ καιρὸν ὁ σπουδαῖος, καθάπερ ὁ Νέστωρ ἐνταῦθα. οὐ γὰρ ἀληθεύει λέγων, ὅτι ἔν τε βουλῇ καὶ μάχῃ περίεισιν οἱ ῥηθέντες βασιλεῖς. Ἀχιλλεὺς μὲν γὰρ πάντων τῇ μάχῃ περίεστιν, οὐ μὴν δὲ καὶ ὁ Ἀγαμέμνων. τῇ μέντοι βουλῇ ἀμφότεροι ἐλαττοῦνται τοῦ τε Νέστορος τούτου καὶ τοῦ Ὀδυσσέως. ἐψεύσατο οὖν καιρίως ὁ γέρων κολακικώτερον ἐν δέοντι λαλῶν καὶ μαλθάσσων οὕτω τὴν τῶν ἡρώων σκληρότητα. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ «περὶ δ' ἐστὲ μάχεσθαι» συγκροτεῖν ὁ ποιητὴς δοκεῖ τοὺς λέγοντας τὰ ἀπαρέμφατα ῥημάτων εἶναι ὀνόματα. τὸ γὰρ μάχεσθαι δίχα ἄρθρου ληφθὲν ταὐτόν ἐστι τῇ μάχῃ. λέγει γὰρ ὅτι περίεστε βουλῇ καὶ μάχεσθαι ἤγουν τῇ μάχῃ. καὶ ἐν τοῖς ἑξῆς δὲ ὁμοίως, ὅτε εἴπῃ «προθέουσιν ὀνείδεα μυθήσασθαι» ἤγουν προτρέχουσιν αἱ ὕβρεις τοῦ εἰπεῖν ἤτοι τοῦ λόγου. (v. 259 ss.) Ὅτι γέρων πολλάκις τισὶ λόγου ἀξίοις ὁμιλήσας καὶ δι' αἰδοῦς ἀγόμενος, εἶτα δύο τινὰς νεωτέρους ἀλλήλοις καταλλάττων στασιάζοντας εἴποι ἂν τὸ «ἀλλὰ πίθεσθε· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο». ἀνεπίφθονον γάρ φασι γέροντος ἀκούειν νεωτέρους γηρᾶν προσδοκῶντας. εἰ δὲ πλείους εἶεν οἱ εἰρηνευόμενοι, ἀφελὼν τὸ ἄμφω ἐρεῖ «ἀλλὰ πίθεσθε· νεώτεροι γὰρ μοῦ ἐστε». εἶτα ἐπισυνάψει τὰ ἐφεξῆς «ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ἡμῖν ἀνδράσιν ὡμίλησα καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι» οἷον τυχὸν τὸν δεῖνα ἢ τὸν δεῖνα. «κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν. κείνοισι δ' ἂν οὔ τις ἐρίζοι, τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον· καλέσαντο γὰρ αὐτοί· καὶ μέν μευ βουλέων ξύνιον πίθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες· ἐπεὶ πείθεσθαι ἄμεινον». (v. 273) Καὶ ὅρα τὸ ξύνιον γενικῇ συνταχθέν. δηλοῖ δὲ τὸ ξυνίεσαν καὶ ᾐσθάνοντο [καί, ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἐπείθοντο μύθῳ. ἐνεστὼς δὲ τοῦ ξύνιον ἄχρηστος τὸ ξυνίω, οὗ παράγωγον τὸ ξυνίημι.] (v. 260) Τὸ δὲ ἤδη κατὰ τοὺς παλαιοὺς τοῖς τρισὶ χρόνοις συνεπιμερίζεται, τῷ παρῳχημένῳ, ὡς ἐνταῦθα ἐν τῷ «ἤδη γάρ ποτ' ἐγώ» καὶ «τῷ δ' ἤδη δύο γενεαὶ ἔφθιντο». τῷ ἐνεστῶτι, ὡς τὸ «ἤδη γάρ μοι εἰκοστὸν ἔτος ἐστί». καὶ τῷ μέλλοντι, εἰ καὶ δοκεῖ ὁ Λουκιανὸς εἰς τοῦτο ἀπαρέσκεσθαι, ὡς τὸ «ἤδη λοίγια ἔργα τάδ' ἔσεται». εἰ δέ τινες τοῦτο ἄλλως γράφουσιν «ἦ δὴ λοίγια ἔργα ἔσται» ἀντὶ τοῦ