Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.162
Not analysed yet
ἀντονομάσαι βούλεται, δύο ταὐτοσήμους ἐκ παραλλήλου ἀντωνυμίας τίθησιν. οἷον βουλόμενος εἰπεῖν ἑαυτὸν λέγει «ἑὲ δ' αὐτὸν ἐποτρύνει μάχεσθαι». ἢ καὶ ἄλλως «αὐτόν μιν πληγῇσι δαμάσας». οὕτως οὖν καὶ ἐνταῦθα τὸ «κατ' ἐμαυτόν» «κατ' ἔμ' αὐτόν» εἶπεν. οὐ θέλουσι γὰρ οἱ παλαιοὶ συνθέτως γράψαι κατ' ἐμαυτόν. τοιοῦτον καὶ παρ' Ἀττικοῖς τὸ σφίσιν αὐτοῖς καὶ σφῶν αὐτῶν καὶ ἡμῶν αὐτῶν καὶ ὅσα κατὰ ταῦτα. (v. 271 s.) Ὅτι τὸ «οὔ τις τῶν, οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι» σχῆμά ἐστι κατὰ τοὺς παλαιοὺς κλίσις ἢ μετάληψις. ἔστι δὲ κλίσις ἢ μετάληψις, ὅταν ἡ προτεθεῖσα πτῶσις οὐ φυλάξῃ τὴν ἑαυτῆς ἀκολουθίαν, ἀλλ' εἰς ἑτέραν πτῶσιν μετακλιθείη ἢ μεταληφθείη, οἷον καὶ τὸ «τούς, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον» καὶ «τοίην ἀοιδὴν ἐπικλείουσιν ἄνθρωποι, ἥ κεν ἀκουόντεσσι νεωτάτη ἐστί». τοιοῦτον, ὡς προερρέθη, καὶ τὸ «μῆνιν ἄειδε οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα». ἐν τούτοις γὰρ αἱ αἰτιατικαὶ εἰς εὐθείας μετεκλίθησαν ἢ μετελήφθησαν. ὅμοιον καὶ τὸ «ἄνδρα μοι ἔννεπε, ὃς πολλὰ ἐπλανήθη». καὶ ὅρα ἑτέραν ταύτην μετάληψιν παρὰ τὴν πρὸ μικροῦ ῥηθεῖσαν. Ὅτι ἡ τοῦ Νέστορος ἐνταῦθα δημηγορία τὴν προσωπικὴν αὐτοῦ σύστασιν πλείονα ἔχει τῆς ἀξιώσεως καὶ τὸ πάρεργον πλεῖον αὐτοῦ τοῦ ἐργώδους πράγματος καὶ τὸ προοίμιον ὑπὲρ τὸν ἀγῶνα καί, ὡς ἄν τις εἴποι, τὴν κεφαλὴν τοῦ λόγου μείζω τοῦ λοιποῦ σώματος. τὸ μὲν γὰρ πρᾶγμα ἐν μόνοις δέκα ἔπεσι διείληπται, ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ ἱστορικὴ παρεμπλοκὴ ἐν τρισκαίδεκα στίχοις ἐκτέθειται. αἴτιον δὲ τούτου, ὅτι τὸ μὲν πρᾶγμα αὐτόθεν ἔχει τὸ δυνατὸν καί, ὡς δίκαιον, «οὐ ποικίλων ἑρμηνευμάτων δέεται», τῷ δὲ προσώπῳ χρεία ἦν μακροτέρας συστάσεως, ὡς ἂν ἀξιωματικῶς καταιδέσῃ καὶ μὴ ἀχρειώσῃ τὴν τοῦ πράγματος ἰσχὺν τὸ δοκοῦν εὐτελὲς τοῦ προσώπου. (v. 275—84) Γενναία δὲ ἡ τοῦ Νέστορος ἀξίωσις αὐτοῖς ἐπεξιοῦσα καὶ μόνοις τοῖς ἀναγκαιοτάτοις διὰ τὸ κατεπεῖγον καὶ μηδὲν τοῦ καιρίου καὶ ἀληθοῦς πλέον λέγουσα καί πως ἀμφοῖν τοῖν ἀριστέοιν χαριζομένη δίχα πανουργίας. καὶ γὰρ ἀξιοῖ μήτε τὴν Βρισηΐδα ὑπὸ τοῦ βασιλέως ἀφαιρεθῆναι, ἥν, ὡς καὶ Ἀχιλλεὺς ἔφη, οὐκ αὐτὸς ἀλλ' οἱ Ἀχαιοὶ γέρας ἔδοσαν τῷ Ἀχιλλεῖ, μήτε μὴν τὸν Ἀχιλλέα ἐρίζειν τῷ βασιλεῖ. διὰ τί; «οὐ γάρ ποτε», φησίν, «ὁμοίας ἔτυχε τιμῆς σκηπτοῦχος βασιλεὺς καὶ ᾧπερ ἁπλῶς κῦδος δέδωκε θεός» δι' ἀνδρίαν τυχόν, ὃ δηλοῖ τὸ «καρτερός ἐσσι», ἢ καὶ δι' εὐγένειαν, ὃ δηλοῖ ἐν τῷ «θεὰ δέ σε γείνατο μήτηρ». Ἐν τούτοις δὲ καὶ ἑρμηνεύει ἐπεξεργαστικώτερον, τί σημαίνει τὸ δοθῆναι πρὸς Διὸς κῦδος τῷ Ἀχιλλεῖ. δηλοῖ δὲ καὶ ὡς οὐ μόνῳ αὐτῷ κῦδος δέδοται, εἴγε καὶ ὁ Ἀγαμέμνων, ὡς καὶ ὁ Ἀχιλλεὺς φθάσας ἔφη,