Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.161
Not analysed yet
ἐκπαγλότατος. (v. 269) Ὅτι ὃ φθάσας εἶπεν ὡμίλησα ἐν τῷ «καὶ ἀρείοσιν ἠέπερ ἡμῖν ὡμίλησα» τοῦτο ἄλλως φράζει ἐν τῷ «τοῖσιν ἐγὼ μεθομίλεον».] (v. 270) Ὅτι ἀπίαν γῆν ἐνταῦθα νοητέον ἢ τὴν ἀλλοδαπὴν καὶ μακρὰν ἐκ τοῦ ἄπο ἤ, ὡς καὶ Σοφοκλῆς λέγει, τὴν Πελοποννησίαν ἀπὸ Ἄπιδος, περὶ οὗ ἐν τοῖς εἰς τὸν Περιηγητὴν εἴρηται, ὅπου Ἀπιδανεῖς ἐκεῖνος τοὺς Ἀρκάδας καλεῖ. δῆλον δὲ ὅτι Πελοποννήσιος ὁ Νέστωρ ὡς Πύλιος· ἐντὸς γὰρ Πελοποννήσου ἡ Πύλος. εὑρεθήσεται δέ που παρ' Ὁμήρῳ ἀπία γῆ μὴ δυναμένη εἰς Πελοποννησίαν λαμβάνεσθαι. (v. 267—70) Ὅτι δύο ἄδηλα ἐνταῦθα δι' ἑνὸς δήλου ἔδειξεν ὁ ῥήτωρ Νέστωρ πιστούμενος τὸ μὲν αὐτὸν ἄριστον εἶναι τῇ συνέσει διὰ τῶν κρατίστων Λαπιθῶν, οἳ αὐτῷ ἐπείθοντο συμβουλεύοντι, τὸ δὲ αὐτοὺς κρατίστους εἶναι διὰ τῶν Κενταύρων, οὓς ἀριδήλως κρατίστους ὄντας οἱ Λαπίθαι κατηγωνίσαντο. ἐν τούτοις δὲ καὶ ἀπὸ τοῦ μείζονος ὁ Νέστωρ ἐπιχειρεῖ αὐξάνων καὶ συνιστῶν ἑαυτόν. κράτιστοι μὲν γὰρ οἱ Λαπίθαι τῶν ἄρτι ἀνθρώπων. αὐτὸς δὲ μετεκλήθη, φησίν, ὑπ' ἐκείνων ἔτι νέος ὢν καὶ οὐκ αὐτὸς ἐπὶ μισθῷ ἦλθεν, ἀλλ' αὐτοὶ ἐκαλέσαντο· καὶ βουλευόμενος εἶχε καταπειθεῖς ἐκείνους. συνάγει γοῦν διὰ τούτων, ὅτι τοὺς νῦν Ἕλληνας μάλιστα τούτῳ πειστέον, εἴπερ αὐτοὶ μὲν οὐ κράτιστοι κατ' ἐκείνους, αὐτὸς δὲ οὐκέτι νέος ὡς τότε· ἀλλ' ὅσον αὐτοὶ τοὺς Λαπίθας ἀνδρίᾳ ὑποβεβήκασι, τοσοῦτον αὐτὸς ἑαυτὸν τῇ ἐκ νέου συνέσει διὰ τὴν ἐκ τοῦ γήρως ἐμπειρίαν ὑπεραναβέβηκε. καὶ ἔστιν ὁ αὐτὸς Νέστωρ ἐκεῖ μὲν ἀτελὴς κρατίστοις ἀνδράσι συνών, ἐνταῦθα δὲ τέλειος οὐχ' οὕτω κρατίστοις συστρατευόμενος. (v. 271—3) Ἵνα δὲ μὴ ἐλέγχοιτο ὡς τοῖς οὕτω κρατίστοις παρεξετάζων ἑαυτὸν καὶ φαίνοιτο ἀπίθανα λέγων ἢ καὶ ψευδόμενος ἄντικρυς, —οὐ γὰρ οὕτω μάλα ἐν νεότητι ἀνδρεῖος ὁ Νέστωρ εἶναι ἱστόρηται—ὁμολογεῖ, ὅτι οὐ κατ' ἀνδρίαν ἀλλὰ διὰ σύνεσιν ἐκείνοις τοῖς κρατίστοις χρήσιμος ἦν. «ἐμαχόμην γάρ», φησί, «κατ' ἔμ' αὐτόν· ἐκείνοις δὲ οὐκ ἄν τις μάχοιτο». τῇ βουλῇ δὲ κρείττων ἦν ἐκείνων. διὸ καὶ ἐπείθοντο. Καὶ σημείωσαι ὅπως καὶ ἐνταῦθα μίαν ἔννοιαν διαφόρως ἔφρασεν ὁ ποιητής. τὸ γάρ «οὔπω τοίους ἀνέρας ἴδον οὐδὲ ἴδωμαι» καὶ τὸ «κράτιστοι ἐκεῖνοι ἐπιχθονίων ἦσαν ἀνδρῶν» καὶ τὸ «ἐκείνοις οὔ τις τῶν νῦν ἀνθρώπων μάχοιτο» τῆς αὐτῆς ἐννοίας εἰσίν. (v. 272) Ἔστι δὲ τὸ μάχοιτο ἀντὶ τοῦ ἐρίσοι καὶ ἐξισωθείη τὰ εἰς μάχην. καὶ σημείωσαι τὴν λέξιν. ὅρα δὲ καὶ τὸ πιθανὸν τοῦ ῥήτορος. ὁμολογεῖ γὰρ μὴ πάνυ ἀνδρεῖος γενέσθαι, ἵνα πιστὸν ποιήσῃ τὸ τῆς συνέσεως. ἰστέον δὲ ὅτι ἐν γάμου πανηγύρει ὁ τῶν Κενταύρων ἤρχθη πόλεμος μηνίσαντος Ἄρεος, διότι μὴ γέγονε μνήμη τις καὶ αὐτοῦ, ὡς Ἀριστείδης ἐν τῷ εἰς τὴν Ῥώμην αὐτοῦ λόγῳ φησί, καὶ διὰ τοῦτο τὸν γάμον ταράξαντος. (v. 271) Ἰστέον δὲ καὶ ὅτι οὐκ ἔστι παρὰ τῷ ποιητῇ συντεθειμένη ἀντωνυμία, ἀλλ' ὁπηνίκα συνθέτως