Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.164
Not analysed yet
φησὶν ὁ Νέστωρ ἕρκος εἶναι πολέμοιο κακοῖο τοῖς Ἀχαιοῖς καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ «μέγα ἕρκος» καὶ «πᾶσιν Ἀχαιοῖς». καὶ ὅρα ὅπως οὐδὲν μὲν ὁ Νέστωρ ἐπέκρυψε τῶν ἀγαθῶν, ὧν ἔχουσιν ὁ βασιλεὺς καὶ ὁ Ἀχιλλεύς· ἐθέλει δὲ ὅμως, μᾶλλον δὲ λίσσεται διὰ τὸ σεμνότερον, ὅ ἐστι λιτανεύει τὸν βασιλέα, παύσασθαι τοῦ χόλου τῷ Ἀχιλλεῖ. κρίνει γὰρ ἀδικεῖσθαι αὐτόν. (v. 286—9) Ὁ δὲ βασιλεὺς ὁμολογεῖ μὲν εὖ εἰπεῖν τὸν γέροντα ῥήτορα, οὐ ποιεῖ δὲ τὸ συμβουλευθέν, ἀλλ' αἰτιᾶται τὸν Ἀχιλλέα ὡς πάντων ἐθέλοντα περιεῖναι, οὐδὲν λέγων ἀληθές, μάτην δὲ οὕτω τὴν αἰτίαν τῆς ἔριδος ὑπὸ φιλονεικίας ἀνατιθεὶς τῷ Ἀχιλλεῖ. διὸ καὶ βλαβήσεται ὕστερον ὡς καὶ λιτὰς τοῦ γέροντος παριδὼν καὶ ὡς ἀγαθῷ συμβούλῳ μὴ πεισθείς. εἰ γάρ «ἀγαθὴ παραίφασίς ἐστιν ἑταίρου», τί ἂν πάθοι χρηστὸν ὁ ταύτῃ μὴ ἐθέλων πείθεσθαι; (v. 284) Ἰστέον δὲ ὅτι ταὐτὸν ἐνταῦθα ἕρκος καὶ τεῖχος εἰπεῖν, ἵνα νοῆται ὁ Ἀχιλλεὺς οἷά τι κατὰ τῶν πολεμίων πυργοειδὲς ἔρυμα ἵστασθαι, [ὁποῖος καὶ ὁ Αἴας ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Δῆλον δὲ ὡς τὸ «πολέμου ἕρκος» διαστολὴν ἔχει πρὸς τὸ αὐλῆς ἕρκος καὶ ἀλῳῆς ἕρκος καὶ τὰ τοιαῦτα. (v. 282) Τὸ δέ «παύσασθαι χόλου» διχῶς φράζει Ὅμηρος «Ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος». καὶ πάλιν «λίσσομαι μεθέμεν χόλον». καὶ ἔστι κἀνταῦθα διττολογία πρὸς διόρθωσιν λόγου. δυσωπητικώτερον γὰρ τοῦ «παῦε μένος» τὸ «λίσσομαι μεθέμεν χόλον». ταὐτὸν δὲ μεθέμεν εἰπεῖν καὶ μεθεῖναι καὶ ἀφεῖναι, ὡς πολλαχοῦ φανεῖται.] (v. 286 ss.) Ὅτι ἀγαθῷ συμβούλῳ οἰκεῖον προσφωνηθῆναι τὸ «ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες». ὁ δὲ περισσὰ πράττων καὶ πάντων ὑπερφέρεσθαι θέλων εἰκότως ἂν ἀκούσοι τὸ «ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει πάντων περιέμμεναι ἄλλων. πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, πᾶσι δὲ σημαίνειν». καὶ ὅρα καὶ τὴν τοιαύτην ταὐτολογίαν τοῦ Ἀγαμέμνονος μὲν οὖσαν, πρέπουσαν δὲ ἀνδρὶ θυμουμένῳ. καὶ γὰρ ὁ θυμὸς οὐκ ἐπιτρέπει τῷ λαλοῦντι συλλέγειν νοήματα, ἀλλὰ μίαν ἔννοιαν ἐμπερικλείσας τῷ στόματι ἀφίησι μασᾶσθαι αὐτήν. οὐδέποτε γὰρ οἴονται οἱ θυμούμενοι ἱκανῶς εἰρηκέναι, ὥς φασιν οἱ σοφοί, ἀλλὰ πολλάκις ἐπανακυκλοῦσι τὰ αὐτά. ὁ γοῦν Ἀγαμέμνων ἐνταῦθα τὴν μίαν ἔννοιαν τετράκις ἔστρεψε. τὸ γὰρ πάντων περιεῖναι καὶ πάντων κρατεῖν καὶ πᾶσιν ἀνάσσειν καὶ πᾶσι σημαίνειν τῆς αὐτῆς δυνάμεώς εἰσιν. [ἐν οἷς καὶ πολύπτωτός ἐστι σχηματισμὸς τὸ πάντων καὶ πάντεσσι καὶ πᾶσι. ταὐτολογήσει δὲ μετ' ὀλίγα καὶ ὁ Ἀχιλλεύς.] (v. 290 s.) Ὅτι ὁμολογεῖ μὲν καὶ Ἀγαμέμνων ἀνδρεῖον εἶναι τὸν Ἀχιλλέα, αἰτιᾶται δὲ ὡς ὑβριστὴν λέγων· «εἰ δέ μιν αἰχμητὴν ἔθηκε θεός, τοὔνεκά οἱ προτρέχουσιν ὀνείδεα μυθήσασθαι». τουτέστιν «εἰ δὲ ἀνδρεῖός ἐστι, διὰ τοῦτο αἱ ὕβρεις αὐτῷ τοῦ λέγειν προτρέχουσι». [Καὶ ὅρα τὸ