Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.165
Not analysed yet
μυθήσασθαι ψιλὸν αὐτὸ μόνον ἴσον ὂν τῷ τοῦ λόγου, ἵνα ᾖ· προτρέχουσι τοῦ ἁπλῶς λόγου οἱ κατὰ ὄνειδος.] (v. 292) Ὅτι ὥσπερ ἀπὸ τοῦ παραβάλλειν, ὅ ἐστι συγκρίνειν, γίνεται παραβλήδην τὸ συγκριτικῶς, οὕτω καὶ ἀπὸ τοῦ ὑποβάλλειν τὸ ὑποβλήδην, ὅ ἐστιν ὑποβλητικῶς καὶ ὡς ἐν περικοπῇ διεξοδικοῦ λόγου. ὑποβάλλειν δέ ἐστι τὸ ἄλλου λέγοντος μὴ ἀνασχέσθαι ἀπαρτισθῆναι τοὺς λόγους, ἀλλ' ὑποβαλεῖν τοὺς ἑαυτοῦ, [ὡς δῆλον καὶ ἐκ τοῦ «ὑπολαβὼν δὲ ὁ δεῖνα ἔφη»,] ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ Ἀχιλλεύς. οὐ γὰρ ἀνασχόμενος διεξοδεῦσαι τὴν κατηγορίαν τὸν βασιλέα ὑποβλήδην ἀμείβεται. Ἰστέον δὲ ὅτι ὑποβάλλειν οὐ τοῦτο μόνον λέγεται, ἀλλὰ καὶ τὸ νόθα ταῖς ὠδινούσαις ὑποτιθέναι βρέφη, ἃ καὶ ὑποβολιμαῖα διὰ τοῦτο λέγονται. ὅθεν καὶ ὁ Σοφοκλῆς ὑποβολιμαίους εἶπε λόγους τοὺς μὴ γνησίους τῆς σώφρονος διανοίας, ἀλλὰ νόθους. καὶ δύναται καὶ ἐνταῦθα ἴσως τὸ ὑποβλήδην τοιοῦτόν τι λέγειν. ἃ γὰρ νῦν λέγει ὁ Ἀχιλλεύς, θυμοῦ ὑποβάλλοντος λέγει. οἱ δὲ γνήσιοι τῆς αὐτοῦ διανοίας τόκοι ἐν τοῖς ὕστερον τὴν Ἄτην μέμψονται μεταμελομένου ἐπὶ τῇ μήνιδι. κρείττων δὲ ἡ πρώτη ἑρμηνεία. Ὅτι δὲ ὑποβάλλειν λέγεται καὶ τὸ διερμηνεύειν τὰ τῶν λαλούντων, ἢ πρὸς τὸ κατὰ γλῶτταν σαφές, ὅθεν καὶ ὑποβολεῖς οἱ διερμηνευταί, ἢ πρὸς εὐδιάρθρωτον διὰ τὸ τοῦ λόγου δυσήκοον, ὃ καὶ ὑββάλλειν συγκόψας λέγει ὁ ποιητής, ἐν τοῖς ἑξῆς που ἔσται δῆλον. ἔστι δὲ ὑποβαλεῖν κοινότερον καὶ τὸ ἐρεθιστικῶς ὑποθέσθαι τὰ πρὸς ἔριν, [ἐξ οὗ καὶ ὁ διάβολος ἄνθρωπος καὶ ὁ διαβολεύς. τὸ δὲ τοιοῦτον καὶ ἐνδιαβάλλειν συνθέτως λέγεται. ἀκριβέστερον μέντοι φάναι, ὑποβαλεῖν μὲν κοινότερον τὸ οἱονεὶ κρύφα βαλεῖν ἐξ ἐρεθισμοῦ· βαλεῖν δὲ καὶ ἐνδιαβαλεῖν τὸ διαμπὰξ βαλεῖν συκοφαντικῶς.] τὸ δέ γε εἰπεῖν, ὡς τάδε τὰ ῥήματα τοιόνδε νοῦν ὑποβάλλει, ταὐτόν ἐστι τῷ ὑποτίθησιν. (v. 293 s.) Ὅτι τὸ «δειλὸς ἂν καὶ οὐτιδανὸς καλεοίμην, εἰ δή σοι πᾶν ἔργον ὑπείξομαι, ὅττι κεν εἴπῃς», εἴποι ἄν τις πρὸς τὸν δεσποτικῶς πολλὰ ἐπιτάττοντα. Ἀχιλλεὺς δὲ ταῦτά φησι πρὸς Ἀγαμέμνονα οὐκ ἀπαγορεύων ὡς οὐδ' ὅλως ὑπείξεται, ἀλλὰ ὡς οὐκ ἐπὶ παντὶ ὑπείξει. Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐτιδανός» πλεονασμός ἐστι τοῦ δ, ὥσπερ καὶ ἐν τῷ ἐχθοδοπός καὶ ἐν τῷ «πολυδίψιον Ἄργος». ἐχθοδοπὸς μὲν γὰρ ἐκ τοῦ ἔχθω καὶ τοῦ ὄπτω ἢ τοῦ ὄψ ὀπός, ἵνα ᾖ ἐχθοοπός, ὃν μισοῦμεν καὶ βλέποντες ἢ προσφωνοῦντες. Ἄργος δὲ πολυδίψιον