Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.172
Not analysed yet
ἀνθρωπίνου καὶ οὐκ ἦν θεμιτὸν κακοῦσθαι αὐτούς, εἰ μὴ ἄρα Λαιστρυγόνες μάρψειάν τινα ἢ Κύκλωψ ἢ ἕτερός τις, ὃς οὐκ οἶδε θέμιστας. διὸ καὶ ὁ βασιλεὺς κήρυκας εἰς τὴν τοῦ Ἀχιλλέως στέλλει σκηνήν, πρὸς οὓς οὐκ ἂν ἐνδείξηται ὁ Ἀχιλλεὺς τὴν ἀπειλήν, ἣν ἔφη πρὸ μικροῦ εἰπών· «αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί». λογίζεται γὰρ ὁ βασιλεύς, ὡς ἢ ἀνύσουσιν οἱ κήρυκες καὶ ἔχει αὐτός, ὃ θέλει, ἢ ἀλλ' ὑποστρέψουσιν ἀβλαβεῖς καὶ τὸ ἐντεῦθεν αὐτὸς τὸ ποιητέον βουλεύσεται. Ἀχιλλεὺς δὲ ἰδὼν αὐτοὺς καὶ τὸ καθῆκον τηρῶν αἰδεῖται καὶ «χαίρετε» προσφωνεῖ «κήρυκες Διὸς ἄγγελοι καὶ ἀνδρῶν». καὶ ἕρμαιον ἡγεῖται τὸ πρᾶγμα, εἰ τοιοῦτοι ἄνδρες ἦλθον ἀφαιρησόμενοι τὴν Βρισηΐδα, οὓς μάρτυρας ὕστερον ἕξει τῆς τοῦ ἀπηνέος βασιλέως ἀδικίας παρά τε θεοῖς καὶ ἀνθρώποις. κάλλιον ἄρα ὁ Ἀχιλλεὺς καὶ εὐλογώτερον σεμνύνει τοὺς θείους κήρυκας ἤπερ τὸ σκῆπτρον ἐκεῖνο, ὃ καὶ εἰς ὅρκον ἔθετο. Ἰστέον δὲ ὅτι τὸ πρεσβεῖον τῶν κηρύκων δηλοῖ καὶ Ἡρόδοτος, ἐν οἷς λέγει ὅτι Ταλθυβίου μῆνις κατέσκηψεν εἰς Λακεδαίμονα, διότι τοὺς τοῦ Ξέρξου κήρυκας αὐτοὶ ἀνεῖλον, ὅτε γῆν καὶ ὕδωρ ἐζήτουν· καὶ ὅτι συνέχεον Λακεδαιμόνιοι τὰ πάντων ἀνθρώπων νόμιμα ἀποκτείναντες κήρυκας. (v. 323) Ὅτι καὶ παρ' Ὁμήρῳ, καθὰ καὶ Ἡσιόδῳ καὶ ἄλλοις, ἀντὶ προστακτικῶν λαμβάνονται τὰ ἀπαρέμφατα, οἷον ἐνταῦθα τὸ «χειρὸς ἑλόντε ἀγέμεν Βρισηΐδα» ἤγουν ἄγετε. ἔοικε δὲ καὶ τοῦτο τὸ σχῆμα κατ' ἔλλειψιν γίνεσθαι ὡς ῥήματος προαιρετικοῦ τινος λείποντος, οἷον τοῦ θελήσατε ἀγέμεν ἢ σπεύσατε ἢ τοιούτου τινός. [Μονῆρες δὲ ἐν θηλυκοῖς ἡ χείρ, ἣ κλίνεται διχῶς, ποτὲ μὲν διὰ τοῦ ε, ὅθεν καὶ τὰ χέρνιβα, ποτὲ δὲ διὰ τῆς ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείσης αὐτῆς εἰς η. ᾧ μαρτυρεῖ, φησίν, Ἀλκμᾶν ἐν τῷ «ἐπ' ἀριστερὰ χηρὸς ἔχων». Αἰολεῖς δὲ χερρός λέγοντες μαρτυροῦσι τούτοις καὶ αὐτοί. οὐ γὰρ πρότερον διπλασιάζουσι σύμφωνον, εἰ μὴ μικρὰ εἴη προηγουμένη· εἰμί ἐμμί· ἡμεῖς ἄμμες.] Σημείωσαι δὲ ὅτι ἐν τῷ τόπῳ τούτῳ πεντάκις ἐχρήσατο τοῖς ἀπὸ τοῦ ἄγω ῥήμασι διὰ τὸ καίριον τῆς λέξεως. ἄγονται γὰρ ὡς ἐπὶ πολὺ τὰ ἔμψυχα, καθὰ προερρέθη. ἐκ δὲ τοῦ τοιούτου ἄγειν καὶ ἐπὶ αἰχμαλωσίας εἴρηται ἀπαγωγή· καὶ τὸ ἀγείρειν δὲ ἐντεῦθεν παράγεται. ἄγουσι δέ που καὶ τὸν Ἕκτορα Τρῶες ἄλλον τρόπον εἰς τὸ ἄστυ, ὡς ἐν τῇ ἦτα ῥαψῳδίᾳ φανεῖται. στρατηγοὶ δὲ αὖθις ἄλλως ἄγουσι τὸν λαόν· καὶ ἑτέρως κατάγειν τις θρίαμβον λέγεται καὶ παῖδας ἀνάγειν, καὶ ὅλως πολυσήμαντον τὸ ἄγειν ἐστὶν ἔν τε συνθέσει καὶ ἐν ἁπλότητι. [Κεῖται δὲ ἐν τούτοις καὶ τὸ «κλισίην» κατ' ἔλλειψιν