Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.171
Not analysed yet
τὰ ἐφεξῆς δείξει. (v. 323 et 326) Ὅτι ἐπικρίνει καὶ ὁ ποιητὴς οὐκ εὖ διαπράξασθαι τὸν βασιλέα τὰ ἐπὶ τῷ Ἀχιλλεῖ. φησὶ γὰρ ὅτι προσέταξε τοῖς κήρυξι χειρὸς λαβόντας ἤτοι ἁψαμένους ἢ ἀπὸ χειρὸς λαβόντας ἄγειν τὴν Βρισηΐδα. εἶτα οἷον μεμφόμενος ἐπάγει· «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν» ἤγουν ἀπηνῆ, ὥσπερ ποτὲ καὶ ἐπὶ τοῦ ἱερέως Χρύσου. διὸ κατωτέρω καὶ ἀπηνέα ἐρεῖ τὸν βασιλέα. τοῦτο δὲ συγγενὲς πρὸς τὸ κρατερόν, ὡς δηλοῖ τὸ «ἀπηνέα τε κρατερόν τε». Ἰστέον δὲ ὡς τὸ καρτερός ὀξύνεται ὡς ἔχον τὴν παραγωγὴν διὰ τοῦ ερος ἐκ τοῦ κάρτος, ὡς βλάβος βλαβερός. τὰ μέντοι διὰ τοῦ τερος ἔχοντα τὴν παραγωγὴν βαρύνονται, ὡς τὸ σφέτερος, πρότερος, κύντερος. τὸ Ἀμφοτερός κύριον πρὸς διαστολὴν ὀξύνεται. (v. 320) Ὅτι ὥσπερ καὶ ἕτερα πολλὰ τῶν κυρίων ὀνομάτων οἰκείως ταῖς προσωπικαῖς ἐνεργείαις ὠνομασμένα κατὰ τὴν λεγομένην φερωνυμίαν κεῖνται παρὰ τῷ ποιητῇ, οὕτω καὶ ἐπὶ τῶν βασιλικῶν ἐνταῦθα κηρύκων γέγονε. Ταλθύβιον γάρ τινα καὶ Εὐρυβάτην κήρυκας τοῦ βασιλέως φησὶ καὶ ὀτρηροὺς θεράποντας, ὅ ἐστι σπουδαίους, παρὰ τὸ ὀτρύνω ἢ ἀπὸ τοῦ τρῶ, τὸ δειλιῶ καὶ συστέλλομαι, πλεονασμῷ τοῦ ο. παρῆκται δὲ Ταλθύβιος μὲν ἀπὸ τοῦ θάλλειν κατὰ τὴν βοήν, οἱονεὶ θαλθύβιος· Εὐρυβάτης δὲ παρὰ τὸ εὐρὺ βάζειν. καὶ ἐν Ὀδυσσείᾳ δὲ κῆρυξ ὁμοίως Εὐρυβάτης Ἰθακήσιος. καὶ Τρωϊκὸς δέ τις κῆρυξ Περίφας λέγεται ὡς περιττῶς φωνῶν. ὁ δ' αὐτὸς καὶ Ἠπύτου υἱὸς παρὰ τὸ ἠπύειν καὶ αὐτοῦ κληθέντος ὡς κήρυκος. ἠπύειν γὰρ τὸ φωνεῖν. καὶ αὐτὸ δὲ τὸ κῆρυξ ἐκ τοῦ γηρύω τὸ φωνῶ παράγεται. (v. 321) Τὸ δὲ θεράπων κατὰ Κρῆτας δηλοῖ, φασί, δοῦλον ὁπλοφόρον, ὅπερ οὐκ οἶδεν Ὅμηρος. γέγραπται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ ὅτι καὶ ἡ παροιμία Εὐρυβάτην πονηρὸν οἶδεν ἄνδρα, ὃν οἱ πλείους Εὐρύβατον λέγουσιν, ἀφ' οὗ εὐρυβατεύεσθαι τὸ πονηρεύεσθαι. Ἡρόδοτος δὲ ἱστορεῖ στρατηγὸν Εὐρυβάτην Ἀργεῖον πένταθλον ἐπασκήσαντα καὶ μονομαχεῖν ἄριστον. ὁ δ' αὐτὸς καὶ Ταλθυβίου ἱερὸν ἱδρῦσθαί φησιν ἐν Σπάρτῃ καὶ ὅτι ἀπόγονοι ἐκεῖσε Ταλθυβιάδαι καλούμενοι. Ἰστέον δὲ ὅτι ἄσυλοι ἐς τὸ παντελὲς ἦσαν οἱ κήρυκες οἷα θεῖον γένος νομιζόμενοι. ἐδόκουν γὰρ κατάγεσθαι ἀπὸ Κήρυκος υἱοῦ Ἑρμοῦ, ὃς ἐκ Πανδρόσου ἐγεννήθη αὐτῷ θυγατρὸς Κέκροπος. διὸ καὶ ἐν Ὀδυσσείᾳ στέλλων ὁ Ὀδυσσεὺς κατασκόπους εἰς ἀλλοδαπὰς χώρας καὶ κήρυκα ἐδίδου ἕπεσθαι διὰ τὸ ἄσυλον. καὶ ἦσαν μέσοι θείου τε γένους καὶ