Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.174
Not analysed yet
αὐτοῦ· αἰδὼς δὲ διὰ τὴν τοῦ ἥρωος ἀρετήν. διό φησι· «τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην». ἔφη δὲ καὶ ὅτι ἀέκοντες ἔβαινον· ᾔδεισαν γὰρ οὐκ ἐπὶ δικαίοις βαίνοντες, ἐπείθοντο δὲ ὅμως τῷ βασιλεῖ. οὕτω που καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη δεινὸν ἑαυτῇ καὶ αἰδοῖον λέγει τὸν Πρίαμον. καὶ ἐπαινεῖται πανταχοῦ ἡ συζυγία τοῦ φόβου καὶ τῆς αἰδοῦς, ὁπηνίκα τοῖς ἐλάττοσι πρὸς τοὺς μείζονας ἔνεστι. διὸ καὶ τραγικός τίς φησι· «δέος γὰρ ᾧ πρόσεστιν, αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο». τοὺς ἀγαθοὺς δὲ πάντως τῶν ὑπερεχόντων καὶ αἰδέσεταί τις καὶ φοβηθήσεται. τοὺς γὰρ μὴ τοιούτους μισήσας εἰς μοῖραν ἀπορρίψας τυραννικὴν φοβηθήσεται μέν, οὐκ αἰδεσθείη δὲ ἄν. Τὸ δὲ ταρβῆσαι κατὰ μέν τινας ὠνοματοπεποίηται. ἕτεροι δὲ σύνθετον αὐτὸ λέξιν φασὶν ἀπὸ τοῦ ταράσσω καὶ τοῦ βοή· ἐπιταράσσονται γὰρ τὴν βοὴν οἱ φοβούμενοι [καὶ οὐκ αἴρεται αὐτοῖς βοὴ οὐδέ εἰσι βοᾶν ἀγαθοί, ἀλλ' ὡς τὰ πολλὰ καὶ ἄφωνοι καθίστανται.] Τὸ δέ «αἰδομένω» διφορεῖται· νῦν μὲν γὰρ ἀπὸ βαρυτόνου γίνεται ῥήματος τοῦ αἴδω, ὡς καὶ τὸ «αἰδομένων ἀνδρῶν». εὑρίσκεται δὲ καὶ περισπώμενον τὸ αἰδῶ, ἐξ οὗ καὶ τὸ αἰδεῖται καὶ ὁ αἰδούμενος. τοιοῦτον καὶ τὸ ἐπιμελόμενος ἐπιμελούμενος, στερόμενος στερούμενος καὶ ἕτερα· ὡς καὶ τὸ ἐγήθησε καὶ γηθόμενος. Σημείωσαι δὲ ὅτι, εἰ καὶ οἱ κήρυκες ἐτάρβησαν —οὐδὲ γὰρ εἶχον τῆς χειρὸς ἑλεῖν τὴν Βρισηΐδα, ὡς ὁ βασιλεὺς ἐπέταξεν—, ἀλλ' ὁ Ἀχιλλεὺς ἑκὼν δώσει αὐτήν, ἵνα μὴ ἐμφύλιος μάχη μελετηθῇ, καὶ ἄλλως μεθοδεύοντος οὕτω τοῦ ποιητοῦ, ἵνα μὴ τῆς περιπετείας αὐξηθείσης πλέον τοῦ δέοντος ἱστορηθῇ τι παρὰ τὸ ἀληθὲς καὶ ἐκπέσῃ ὁ λόγος εἰς κακόζηλον. (v. 332) Ὅτι πολλὰ τῶν προσώπων ὁ ποιητὴς σιωπῶντα εἰσάγει, ὁπηνίκα μὴ ἔστι καίριον λόγους περιτιθέναι αὐτοῖς. καὶ ἔστιν ἀληθῶς φρονούντων ἀνθρώπων προτιμᾶσθαι σιγὴν ἔλλογον ἀκαίρου λόγου. ἐνταῦθα γοῦν οἱ κήρυκες ἐλθόντες εἰς Ἀχιλλέα τὸν τηλικοῦτον καὶ εἰδότες, ὅποι ἦλθον, οὐδέν τι προσφωνοῦσιν αὐτόν, ἀλλὰ σιωπῶντες ἵστανται. διὰ τί; θωπεύειν μὲν γὰρ οὐκ εἶχον τὸν Ἀχιλλέα βασιλικοὶ ὄντες· δουλοπρεπὲς γὰρ τοῦτό γε· παροξύνειν δὲ οὐκ ἐτόλμων. διὸ σιωπῶντες ἵστανται. καὶ ἐν τοῖς ἑξῆς δὲ σιγᾷ ὁ Χρύσης ἀπολαβὼν τὴν Χρυσηΐδα, ἐπεὶ οὔτε ἀχαριστεῖν εἶχεν· ἔχει γὰρ τὸ ποθούμενον· οὔτε μὲν εὐχάριστόν τι λαλεῖ μεμνημένος τῶν τοῦ Ἀγαμέμνονος ἀπειλῶν καὶ εἰδώς, ὅτι ἀκόντων Ἑλλήνων ἔσχε τὴν θυγατέρα. εὑρήσεις δὲ καὶ ἄλλα πρόσωπα σιωπῶντα παρὰ τῷ ποιητῇ, τὰ μὲν διὰ φόβον, τὰ δὲ διὰ πένθος ἢ διὰ θάμβος, ὡς καὶ ἡ Βρισηῒς ἐνταῦθα θαμβουμένη σιγᾷ. καὶ θαυμάσεις τὸν ποιητήν, ὥσπερ λέγοντα, οὕτω δὴ καὶ σιωπῶντα. εἶδος δὲ πάντως σιωπῆς ἐστι καὶ ἡ ἔλλειψις. διὸ καὶ παρασιώπησις λέγεται ἐν καιρῷ καὶ αὐτὴ καὶ ἐλλόγως γινομένη παρὰ τῷ ποιητῇ. διαφέρει δὲ σιγῆς, ὅτι αὐτὴ μὲν εἰς τὸ παντελὲς