Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.175
Not analysed yet
σιωπᾷ τὰ τοῦ πράγματος, ἡ δὲ ἔλλειψις τὸ μὲν λέγει, τὸ δ' οὔ. (v. 334) [Ὅτι οὕτω συνετὸς καὶ εὐσταθὴς ὁ Ἀχιλλεύς, καθὰ καὶ μετ' ὀλίγα ῥηθήσεται, ὥστε τοὺς κήρυκας ἰδὼν διὰ τὴν Βρισηΐδα ἐλθόντας οὐκέτι, ὡς πρίν, ὀξύνεται εἰς θυμόν, ἀλλὰ μετριοπαθεῖ καὶ μόνον πεπονθὼς τὸ μὴ γηθῆσαι πρῶτα μὲν προσφωνεῖ τοὺς κήρυκας, ὅπερ αὐτὸς οὐκ ἔχει. «χαίρετε γάρ», φησί, «κήρυκες». εἶτα καὶ τοῦ βασιλέως, οἷα εἰκός, καθάπτεται ἀκούσων ἐξ ἐκείνου, εἴπερ αὐτὸ μάθοι, τὸ «ἀπόντα με καὶ τύπτε». ὅπως δὲ οὐκ ἐγήθησεν Ἀχιλλεύς, ὁ ἑξῆς λόγος δηλώσει.] Ὅτι τοὺς κήρυκας Διὸς ἀγγέλους ὁ Ἀχιλλεὺς λέγει καὶ ἀνδρῶν διὰ τὸ ἔν τε πάσαις θυσίαις αὐτοὺς διακονοῦντας μεσιτεύειν, ναὶ μὴν καὶ ἐν ἀνδρῶν βουλαῖς τε καὶ ἀγοραῖς· ἢ Διὸς μέν, διότι καὶ αὐτοὶ [γαρύοντες ἤτοι φωνοῦντες] ἀγγέλλουσιν, ὡς Ἑρμῆς τε καὶ Ἶρις οἱ περὶ τὸν Δία εἴροντες καὶ διότι καὶ ἐξ Ἑρμοῦ υἱοῦ Διός εἰσιν, ὡς προείρηται, καὶ εἰς ἐκεῖνον ἀναφέρονται· ἀνδρῶν δέ, διότι βασιλέων ὑπηρέται εἰσίν. [Ὅτι δὲ κήρυκες μὲν ἐκ τοῦ, ὡς εἴρηται, γαρύειν λέγονται, Ἑρμῆς δὲ καὶ Ἶρις παρὰ τὸ εἴρειν, δῆλόν ἐστιν. Ὅρα δὲ ἐν τῷ «ἠδὲ καὶ ἀνδρῶν», ὡς ἐκ παραλλήλου κεῖται ὁ «καί» καὶ ὁ «ἠδέ» κείμενοι ὡς σύνδεσμος εἷς.] (v. 335) Ὅτι τὸ ἄσσον ἐπίρρημα σημαίνει μὲν τὸ ἐγγύς, γίνεται δὲ ἀπὸ τοῦ ἐγγύς ἔγγιον, ἔσσον καὶ ἄσσον. καὶ ῥηθήσεται περὶ τούτου ἐν τοῖς μετὰ ταῦτα πλατύτερον. [εἰ δὲ ἀκριβῶς περισπᾶται αὐτὸ καὶ τὰ κατ' αὐτό, χρὴ ζητῆσαι.] (v. 337) Ὅτι τὰ πρῶτα τῶν φίλων τῷ Ἀχιλλεῖ ὁ τοῦ Μενοιτίου Πάτροκλος, ὡς ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. καὶ ὅτι διχῶς καὶ Πάτροκλος λέγεται ὡς Ἐτέοκλος καὶ Πατροκλῆς ὡς Ἐτεοκλῆς. διὸ καὶ ἡ κλητικὴ ἐνταῦθα ὦ Πατρόκλεις ἐστίν, ὡς τὸ ὦ Ἡράκλεις. φησὶ γάρ· «ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην». Καὶ ὅρα τὸ «ἔξαγε», οὐ γὰρ εἶπεν «ἔκφερε». τὸ γὰρ ἐκφέρειν ἐπὶ ἀψύχου, ὡς καὶ τὸ φέρειν καὶ ἡ ἐκφορά. Κόρην δὲ τὴν Βρισηΐδα καὶ νῦν εἶπεν ὡς νεάνιδα. παρακατιὼν δὲ καὶ γυναῖκα ἐρεῖ αὐτήν· «ἣ δ' ἀέκουσα γυνὴ κίεν». Ἰστέον δὲ ὅτι τὸν Πάτροκλον ἡ παλαιὰ ἱστορία καὶ συγγενῆ τῷ Ἀχιλλεῖ παραδίδωσι λέγουσα, ὅτι Ἡσίοδός φησι Μενοίτιον, τὸν Πατρόκλου πατέρα, Πηλέως εἶναι ἀδελφόν, ὡς εἶναι ἀντανεψιοὺς οὕτως ἀμφοτέρους ἀλλήλοις. ἄλλοι δέ φασιν, ὅτι Διὸς Μυρμιδών, οὗ Ἄκτωρ, ὃς Αἴγιναν γήμας μετὰ τὸ τεκεῖν τὸν ἐκ Διὸς Αἰακὸν ποιεῖται Μενοίτιον, οὗ Πάτροκλος. τούτῳ τοίνυν τῷ λόγῳ Αἰγίνης παῖδες ἀμφιπάτορες Αἰακὸς καὶ Μενοίτιος. καὶ οὕτω πάλιν γνησία συγγένεια τῷ Πατρόκλῳ καὶ τῷ Ἀχιλλεῖ.