Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.179
Not analysed yet
ἀλλὰ καὶ τοῖς ἄλλοις Ἀχαιοῖς. Τὸ δὲ πάθος τοῦ στίχου τὸ ἐν τῷ «ὀλοῇσι» θεραπεύουσιν οἱ μετρικοί, ὡς οἴδασιν ἐκεῖνοι, [λαγαροῦ ὄντος καὶ ἐκτείνοντος μουσικῶς τὴν λο συλλαβὴν διὰ τῆς ἐφεξῆς περισπωμένης. τινὲς μέντοι ἐτόλμησαν γράψαι «ὀλοιῇσι φρεσίν», ἵνα οὕτω ἀπαθὴς εἴη ὁ στίχος. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ῥηθέντος θύειν καὶ Θυάδες αἱ Βάκχαι. αἱ δ' αὐταὶ καὶ Θύσαι παρὰ Λυκόφρονι.] (v. 343) Ὅτι ἀνδρὸς φρονίμου καὶ ἀγχινουστάτου ἴδιον τὸ «ἅμα νοεῖν τά τε πρόσω» τουτέστι τὰ παρελθόντα καὶ «τὰ ὀπίσω» τουτέστι τὰ μέλλοντα καὶ ἐκ τῶν παρεληλυθότων στοχάζεσθαι, οἷα καὶ τὰ μέλλοντα ἔσται. διόπερ Ἀχιλλεὺς αἰτιᾶται τὸν Ἀγαμέμνονα, ἐπεί «οὐκ οἶδε νοῆσαι ἅμα πρόσω καὶ ὀπίσω» τουτέστιν ἐπεὶ οὐκ οἶδεν ὅτι, ὥσπερ τὰ πρὸ τούτου δι' ἐμοῦ πολεμαρχοῦντος ἠνύετο, οὕτω καὶ τὰ ἐς ὕστερον, καὶ οὔτε ἐκεῖνα ἐμοῦ δίχα, [δι' ὧν σόοι ἐμάχοντο,] οὔτε τὰ μετὰ ταῦτα. οὔκουν ἐκ τῶν γενομένων ἀριστευμάτων ἅμα καταστοχάζεται καὶ οἷα ἔσται τὰ τοῦ μέλλοντος χρόνου. καὶ νῦν μὲν οὕτω ψέγει τὸν μὴ ἅμα τουτέστιν ὁμοῦ ἐν ἀμερεῖ χρόνῳ τά τε πρόσω καὶ τὰ ὀπίσω βλέποντα, ἀλλὰ ἀναμένοντα τὸν ἐπιόντα χρόνον εἰς διδασκαλίαν τῶν ἀποβησομένων. ἐν δὲ τοῖς ἑξῆς ἐπαινέσει γέροντα, ὃς ἅμα πρόσω καὶ ὀπίσω λεύσσει. Ἰστέον δὲ ὅτι ἀστεῖον τὸ νόημα καὶ ποιητικήν τινα ἔχον ὑπερβολήν. τὸν γὰρ πάνυ προσεκτικὸν καὶ ἀγχίνουν καὶ μὴ μόνα τὰ ἐν ποσὶν ὁρῶντα μηδὲ τοῖς πρὸ ὀφθαλμῶν μόνοις ἀρκούμενον, ἅπερ εἰκότως ἂν ἔμπροσθεν λέγοιντο, ἀλλά τι ἐπιστρεπτικῶς προβλέποντα καὶ τῶν ὀπίσω ἤτοι τῶν μὴ προόπτων μηδ' ἐν ὀφθαλμοῖς κειμένων, ἐκεῖνον βλέπειν τά τε ἔμπροσθεν ἡ ποίησις λέγει καὶ τὰ ὄπισθεν, ὡς ἀγχίστροφον καὶ ζῴοις ἐοικότα, ὅσα ὑγρότερα ὄντα καὶ συχνάκις ῥᾷον ὧδε καὶ ἐκεῖ τὸν τράχηλον στρέφοντα τά τε ἔμπροσθεν ὁρῶσι καὶ τὰ ὀπίσω· ὅπερ οὐ δύναται ποιῆσαι ἄνθρωπος διὰ τὸ τῶν ὀμμάτων ἔμπροσθεν κειμένων μὴ εὐλύγιστον καὶ εὔστροφον ἔχειν τὸν τράχηλον. [(v. 348) Ὅτι τῆς Βρισηΐδος ἀπαγομένης ἔχων ὁ ποιητὴς εἰπεῖν τι πλατύτερον περὶ ἐκείνης, ὡς ἐπαθήνατο, οἷα εἰκός, ὤκνησεν ἀκαίρως διασκευάσαι· ἠρκέσθη δ' ἐμφῆναι μόνον τὰ εἰκότα λέξει μιᾷ εἰπών· «ἡ δ' ἀέκουσα γυνὴ κίεν». ἔνθα ὅρα τὸ «γυνή» ἔμφασιν ἔχον διαθέσεως, ἣν πάσχοι ἂν ἄλοχος ἀποσπωμένη φίλου ἀνδρός.] (v. 349) Ὅτι συμπαθεῖς οἱ ἥρωες παρὰ τῷ ποιητῇ καὶ ἑτοιμοδάκρυες. καὶ ἔστιν ἀγαθοῦ ἤθους τὸ τοιοῦτον παραστατικόν. διὸ καὶ ἡ παροιμία φησίν· «ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες». Ἀχιλλεὺς οὖν ἐνταῦθα τῆς Βρισηΐδος ἀφαιρεθεὶς δακρύει. καὶ μετ' ὀλίγα δακρυχέων προκαλεῖται τὴν μητέρα καὶ βαρυστενάχων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὁ Ἀγαμέμνων, οἷα κρήνη μελάνυδρος, προρρέει τὰ δάκρυα. καὶ ὁ Πάτροκλος δέ που ὡς κόρη νηπία δακρύει. καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὅμοιά τινα πάσχουσι. καὶ ἄλλως δέ, ὥς φασιν οἱ παλαιοί, οὐδὲν καινόν, ἐὰν Ἀχιλλεὺς ἄρτι ἀχθόμενος