Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.178
Not analysed yet
εἶναι πρωτότυπον καὶ ἐξ αὐτοῦ κατὰ συγκοπὴν γενέσθαι τὸ μάρτυς. διό, φασίν, οὐδὲ κλίνεται, ὡς οὐδὲ ἄλλη εὐθεῖα πάθος τοιοῦτον ἔχουσα. καὶ οὕτω μέν τινες. Ἡρωδιανὸς δὲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρες ἑκατέρως, ἐπάγει ὅτι τέτριπται τὸ μάρτυρες ἀπὸ τῆς μάρτυς εὐθείας, ἣν Ἠλείων ἢ Αἰολέων διάλεκτος διὰ τοῦ ρ προφέρει. ἐκεῖνοι γάρ, φησί, τὸ σ εἰς ρ μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ· εἰς ὃ ζητητέον χρῆσιν καὶ ἐν τοῖς Ἰαμβλίχου εἰς τὰ κατὰ Πυθαγόραν· οὕτως οὖν, φησί, καὶ μάρτυς μάρτυρ, ἀφ' ἧς ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας, οἷον «Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω». (v. 338—40) Ἔτι ἰστέον ὡς τὸ «μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλέως» ἀντὶ τοῦ ἔμπροσθεν θεῶν καὶ ἀνθρώπων καὶ βασιλέως. παιδευτικὸς δὲ ὁ λόγος ὡς δέον ὂν ἀνατιθέναι θεῷ τὰ πολλὰ τῶν ἐν ἡμῖν. διὸ καὶ Ἀχιλλεὺς πλεῖον οὕτω τιμᾶται ἤπερ ἐὰν ἠμύνατο τὸν λυπήσαντα. Σημείωσαι δὲ καὶ ὅτι, ὁπηνίκα ὡς ἐν παρακλήσει φαμέν «πρὸς τῆς τριάδος» ἤ «πρὸς τοῦ θεοῦ» ἤ «πρὸς τοῦ λόγου» ἤ «πρὸς τῆς φιλίας αὐτῆς» ἢ ὅσα ἄλλα τοιαῦτα, ἡ πρός πρόθεσις καὶ ἐν τοῖς τοιούτοις ἐπὶ τοιαύτης τινὸς εἴληπται σημασίας. [Ὁπηνίκα δὲ εἴπῃ τις «πρὸς καλῶν» ἤ «πρὸς κακῶν εἶναί τι», ἑτεροῖον ἐν τοῖς τοιούτοις ἐστὶ σημαινόμενον τῆς προθέσεως· ἀλλοῖον δὲ αὖ πάλιν ἐν τῷ «πρὸς σοῦ εἰμι», ὥσπερ καὶ ἐν τῷ «πρὸς ἄλλης ἱστὸν ὑφαίνοις», ὅ φησί που Ὅμηρος.] Ὅρα δὲ καὶ ὅτι ἀντιδιαιρεῖ τὸν μάκαρα καὶ τὸν θνητὸν ὡς τῶν ἀνθρώπων μὲν θνητῶν ὄντων, μακάρων δὲ τῶν θεῶν ἤτοι ἀθανάτων, ὡς μὴ ὑποπιπτόντων κηρὶ τουτέστι θανατηφόρῳ μοίρᾳ. Καὶ ὅτι κατὰ σχῆμα ἐξοχῆς ἐνταῦθα τὸν βασιλέα τῶν λοιπῶν ἀνθρώπων ἐχώρισεν, ὥσπερ καὶ πρὸ τούτου τὸν Πάτροκλον τῶν λοιπῶν ἑτάρων τοῦ Ἀχιλλέως, ὅτε εἶπε· «σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισι». Τὸ δέ «μάρτυροι ἔστων» ἀρχαϊκῶς ἀττικίζεται κατὰ ἔθος συντάσσον οὐ μόνον πληθυντικὰ ὀνόματα πληθυντικοῖς ῥήμασιν ἀλλὰ καὶ πληθυντικὰ ἑνικοῖς καὶ ἀνάπαλιν. [Τὸ δὲ ἔστων ἢ ἐκ τοῦ ἔστωσαν συγκέκοπται ἢ ἐκ τοῦ ἔστω τρίτου ἑνικοῦ γέγονε προσλήψει τοῦ νῦ.] (v. 342) Ὅτι ἐν τῷ «ὀλοῇσι φρεσὶ θύει» τὸν θυμὸν παρετυμολογεῖ. ἐκ τοῦ θύειν γάρ, ὅ ἐστιν ὁρμᾶν, παράγεται ὁ θυμός. ἐκ δὲ τοῦ ὀλοὴ φρήν σύγκειται τὸ ὀλοόφρων. ὀλέθρια δὲ φρονεῖν λέγει τὸν βασιλέα οὐ μόνον ἑαυτῷ