Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.181
Not analysed yet
ἀμέμπτως μηδενὸς ὁρῶντος· ἀπρεπὲς γὰρ ἐν ὄψει πολλῶν διὰ τὴν Βρισηΐδα δακρύειν τὸν ἥρωα. προοικονομεῖ δὲ πιθανῶς ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ ἐντυχεῖν εὐπλάστως κατὰ μόνας τὸν Ἀχιλλέα τῇ μητρὶ Θέτιδι ἐκ θαλάσσης ἐλθούσῃ. [Ἰστέον δὲ ὅτι πολιὰν ἅλα ὁ μῦθος λέγει τὴν γραῖαν, καθὰ καὶ τὸν Νηρέα γέροντα. ὁ δ' αὐτὸς καὶ Γραίας τινὰς πλάττει θαλασσίας δαίμονας «πολιὰς ἐκ γενετῆς», καθὰ καὶ ὁ τῆς ἱστορίας Κύκνος περιᾴδεται, ὡς ἐν ἄλλοις δεδήλωται. δῆλον δὲ ὡς ἐπὶ μὲν ἄλλων τινῶν ἐπίθετον ἡ πολιά, ἐπὶ δὲ τριχῶν ἰδιάζει· ἀρκεῖ γὰρ ἀντὶ πολιῶν τριχῶν πολιὰς μόνον εἰπεῖν.] (v. 352) Ὅτι δύο κῆρες, ὡς ἡ ἱστορία φησίν, εἰς ᾍδου κατῆγον τὸν Ἀχιλλέα, ἡ μὲν ὀλιγοχρόνιος ἔντιμον, ἡ δὲ πολυετὴς καὶ οὐ μετὰ τιμῆς, καὶ τοῦτο καὶ ἀλλαχοῦ ῥηθήσεται. ἐνταῦθα δὲ συντομώτατα λέγων ὁ Ἀχιλλεὺς δυσχεραίνει, ὅτι μινυνθάδιος ὢν τουτέστιν ὀλίγος τῷ χρόνῳ δηλαδὴ τῆς ζωῆς, ἤγουν μίνυνθα καὶ ἐπ' ὀλίγον ζῆσαι μέλλων, ὅμως οὐδὲ τιμὴν ἔχει. ταύτην δὲ τὴν ἱστορίαν τόποις διαφόροις καταμερίσει ὁ ποιητὴς ἐνταῦθα μὲν συντόμως εἰπών, ἀλλαχοῦ δὲ τὸ αὐτὸ ἱστορήσων πλατύτερον. ὥσπερ δὲ ἀμφαδὸν ἀμφάδιος, οὕτω μίνυνθα μινυνθάδιος. [Προϋπάρχει δὲ ἀμφοῖν τὸ μινυόν, ὅ, καθὰ τὸ τυννοῦτον, οὕτω καὶ αὐτὸ δηλοῖ παρ' Ἀττικοῖς τὸ μικρόν. ἐξ οὗ καὶ μινύθω, τὸ ἐλαττῶ καὶ σμικρύνω, καὶ μινύρω καὶ μινυρίζω, τὸ ὑποκλαίω. τοῦτο δὲ καὶ κινύρεσθαι λέγεται.] εὐφήμως δὲ εἰπόντος τοῦ Ἀχιλλέως τὸ «μινυνθάδιος» ἡ μήτηρ μετ' ὀλίγα περιπαθέστερον «ὠκυμορώτατον» αὐτὸν ἐρεῖ. σημείωσαι δὲ ὅτι καὶ ἐπὶ χρόνου λέγεται τὸ μινυνθάδιος, ὡς τὸ «μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο» ἤγουν ὀλίγη καὶ βραχεῖα ἡ ζωή. (v. 353 s.) Ὅτι ἐπὶ ἀποτυχίᾳ ὀφειλομένης τιμῆς ἔστιν εἰπεῖν τὸ «τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι, νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν». [Ἔστι δὲ τυτθὸν τὸ μικρὸν ἐκ μεταφορᾶς, φασί, τῶν ὑποτιτθίων ἤγουν ὑπομαζίων βρεφῶν τροπῇ συνήθει τοῦ ι εἰς τὸ υ. ἐκ δὲ τοῦ τυτθόν γίνεται καὶ ὁ Τυδεὺς ὁ μικρὸς τὸ δέμας κατὰ συγγένειαν τοῦ θ καὶ τοῦ δ, ἣν δηλοῖ σὺν ἄλλοις μυρίοις καὶ τὸ Προμηθεύς καὶ Ἐπιμηθεύς γινόμενα ἐκ τοῦ μήδω, καὶ τὸ μηδείς, μηθείς, καὶ τὸ οὐδενῶ, ἐξουθενῶ.] (v. 359) Ὅτι ἐν ἄλλοις μὲν δαίμονά τινα καταδυομένην εἰς τὴν θάλασσαν μολιβδαίνῃ εἰκάσει—βάρους γὰρ χρεία τοῖς καταδυομένοις— ἐνταῦθα δὲ τὴν Θέτιν ἀναβαίνουσαν ἐκ θαλάσσης ἀναδῦναι λέγει καθὰ ὀμίχλην. καὶ γὰρ καὶ οἱ ἀναδυόμενοι κουφότητος δέονται καὶ ἡ ὀμίχλη τοιοῦτόν ἐστι.