Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.182
Not analysed yet
καὶ ὅρα ὅτι δύεσθαι μὲν καὶ καταδύεσθαι λέγεται τὸ εἰς βάθος ὑγρὸν κατιέναι, ὡς καὶ ὁ Ἥλιος δύεται εἰς τὸν μυθικὸν Ὠκεανόν· ὅθεν καὶ ζῷα δυτικὰ παρ' Ἀριστοτέλει τὰ καθ' ὕδατος δυόμενα. τὸ δὲ ἐκεῖθεν ἀνιέναι ἀναδύεσθαι. λέγεται δέ ποτε ἀναδύεσθαι καὶ ἐπὶ τοῦ ὀκνεῖν ἢ καὶ ἀργεῖν ἐξ ὁμοιότητος τοῦ ῥηθέντος ἀναδύεσθαι καὶ τῆς κατ' αὐτὸ ἀργίας ἐπὶ τῶν βαρυτέρων μάλιστα σωμάτων· ῥᾷον γὰρ καταδύεσθαι δοκεῖ τὰ βάρη ἤπερ ἀναδύεσθαι. ἡ δὲ τοιαύτη ἔννοια παρήγαγέ πως καὶ τὸ ἀναβάλλεσθαι ἤτοι ὀκνεῖν καὶ ἀναδύεσθαι καὶ ἀργεῖν· βράδιον γάρ τι ἀναβάλλεται κάτωθεν ἄνω ἤπερ καταβάλλεται [καὶ μάλιστα, εἴ τις ἐπὶ νοῦν λάβοι, ὡς ὁ ὀρύσσων ἀναβάλλειν ἤγουν ἄνω ῥίπτειν λέγεται τὸν χοῦν. οὗ ἀνάπαλιν ἔχει τὸ καταβάλλειν.] Πρώτη δὲ παρὰ τῷ ποιητῇ παραβολὴ σύντομος τὸ «ἠΰτ' ὀμίχλη». περὶ δὲ παραβολῆς ἐν τῇ βῆτα ῥαψῳδίᾳ πλατύτερον ῥηθήσεται. Αἰολικῶς δὲ ψιλοῦται τὸ ὀμίχλη, ὡς δῆλον ἐκ τῆς ἐνταῦθα συναλιφῆς· φησὶ γάρ «ἠΰτ' ὀμίχλη». [Ἔτι δὲ καὶ Ἰωνικῶς ἔχει τὴν ψιλήν, κοινῶς δέ γε δασύνεται παρὰ τὴν ὁμοῦ εἴλησιν. εἰσὶ δὲ οἳ καὶ ἄλλως ψιλοῦσιν αὐτὸ παρὰ τὸ ἀχλύειν, δι' ἧς ἀχλύονται ὄμματα.] Ἔστι δὲ τὸ ἠΰτε παραβολικὸν ἐπίρρημα ἰσοδυναμοῦν τῷ καθά καὶ τοῖς τοιούτοις, πλὴν ὅσον ἐκεῖνα μὲν λόγου πεζοῦ καὶ κοινά, τοῦτο δὲ ποιηταῖς εὔχρηστον, ὡς καὶ τὸ εὖ, ὃ καὶ αὐτὸ παραβολῆς ἐστιν ἐπίρρημα, ὡς δηλοῖ τὸ «εὖτ' ὄρεος κορυφαῖς» ἐν τῇ γʹ ῥαψῳδίᾳ, ἐξ οὗ καὶ γίνεται τὸ ἠΰ. εὖ γὰρ καὶ κατὰ διάλυσιν ἐῢ καὶ κατὰ ἔκτασιν ἠῢ καὶ μετὰ παραπληρώσεως ἠΰτε, ὥσπερ καὶ εὖ εὖτε, καθὰ προείρηται. [Οὐχ' ἧττον δὲ τοῦ εὖτε καὶ ἠΰτε ποιητικὸν ἐπίρρημα παραβολικὸν τὸ ᾧπερ ἀντὶ τοῦ καθά κατὰ τοὺς τεχνικοὺς καὶ τὸ ᾧτε, οἷον «ᾧτε χερνᾶτις γυνά» ἤγουν ὡς χερνῆτις, ὅ ἐστι ταπεινὴ κατὰ τὴν Ὁμηρικὴν ἔριθον. γίνεται δὲ κατὰ Ἡρωδιανὸν οὕτως· ὡσείτε καὶ ὡσείπερ, καὶ ἀποβολῇ τοῦ σ καὶ κράσει τοῦ ω καὶ ε εἰς τὴν ω δίφθογγον διὰ τὴν τοῦ ι συναίρεσιν ᾧτε καὶ ᾧπερ. περὶ δὲ τῆς διαλύσεως τοῦ εὖτε εἰς τὸ ἠΰτε ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ ῥηθήσεται.] Ἰστέον δὲ ὅτι, καθάπερ ὀμίχλη διὰ τοῦ η, οὕτω καὶ κίχλη καὶ ζεύγλη καὶ τρίγλη, ὡς ἀρέσκον ἐστὶν Ἡρωδιανῷ. τὰ μέντοι εἰς α, φησί, τοιαῦτα ὀνόματα ὑπὲρ τὸ λ καὶ ἕτερον ἔχει λ ἤγουν διὰ δύο λ ἐκφέρονται, οἷον Σιβύλλα, Ἀνθύλλα, ἀδελφὴ Μέμνονος, ἀφ' ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος· ὅθεν, φησί, τὸ στρέβλα παραλόγως γραφὲν ὑπό τινων διορθωτέον· ἀναλογώτερον γὰρ τὸ στρέβλη. (v. 361)