Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.187
Not analysed yet
ἐναυτίλλοντο. τὸ δὲ πρὸς τὴν ἑτέραν ἄρκτον τὴν μικράν, τὴν Κυνόσουραν, πλέειν Φοινίκων ὕστερον εὕρημα. τὸ δὲ λέγειν ἑλίκωπας τοὺς μελανοφθάλμους οὐκ ἀρέσκει τοῖς παλαιοῖς· φασὶ γὰρ κόραις μᾶλλον πρέπειν τὸ ἐπίθετον, ὡς προείρηται. (v. 390) Ὅτι ὥσπερ τὸ στέλλειν, ἀφ' οὗ ὁ στόλος, οὕτω καὶ τὸ πέμπειν, ἐξ οὗ καὶ ὁ πομπίλος ἰχθύς, οἰκεῖον ἐπὶ θαλάσσης, οἷον· «τὴν μὲν σὺν νηῒ εἰς Χρύσην πέμπουσι». καὶ ἐν ἄλλοις δὲ μυριαχοῦ τοῦτο φανεῖται. Τὸ δέ «εἰς Χρύσην» δύναται καὶ ἀρσενικῶς νοηθῆναι εἰς τὸν πατέρα Χρύσην καὶ θηλυκῶς εἰς τὴν Χρύσην πόλιν. (v. 391) [Ὅτι κατὰ μόνας μὲν ὁ Ἀχιλλεὺς λαλῶν εἶπεν, ὡς ἑλὼν ὁ βασιλεὺς ἔχει γέρας, τὴν τοῦ Βρισέως δηλαδή, αὐτὸς ἀπούρας, ὅ ἐστιν ἀφορίσας, ἐκ τοῦ Ἀχιλλέως· ἐνταῦθα δὲ κατὰ πρόσωπον ὁμιλῶν τῇ μητρὶ αὐτὸ λέγει τὸ πραχθὲν ἤγουν, ὅτι νέον αὐτὴν κλισίηθεν ἔβαν κήρυκες ἄγοντες.] (v. 392) Ὅτι Ὁμήρου εἰπόντος κούρην Βρισῆος παρασημειοῦνται καὶ ἐντεῦθεν οἱ παλαιοὶ πατρωνυμικῶς ἐσχηματίσθαι καὶ τὴν Χρυσηΐδα καὶ τὴν Βρισηΐδα, λέγοντες κύρια εἶναι ταύταις ὀνόματα τὰ προρρηθέντα. τὸ δὲ σχῆμα καλοῦσιν ἀντονομασίαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κύριον ὄνομα τῆς γυναικὸς κούρην Βρισῆος εἶπεν αὐτήν. ἐνταῦθα δὲ σημείωσαι, ὅτι καθ' ὁμοιότητα τῆς ἀντωνυμίας εἶπον ἀντονομασίαν τὸ ῥηθὲν σχῆμα οἱ παλαιοί· ἀντονομάζουσι γὰρ καὶ τοῦτο καὶ ἡ ἀντωνυμία, πλὴν ἡ μὲν ἀντωνυμία ἐν μιᾷ λέξει ὡς μέρος λόγου, ἡ δὲ ἀντονομασία ἐν δύο, ποτὲ δὲ καὶ πλείοσι· σχῆμα γάρ ἐστι. (v. 393) Ὅτι ὁ ἀξιῶν τινα βοηθῆσαι πρὸς δύναμιν εἴποι ἂν τὸ «ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο», ἤγουν βοήθησον, περισσῶς ἀντίσχου. [τούτου δὲ ὁ κοινὸς ἐνεστὼς ἀντέχου ἐστίν. Ἰστέον δὲ ὅτι ἐν τῷ «ἀντίσχεο παιδὸς ἑῆος» τὸ ἑῆος ἢ ἀπὸ τοῦ ἑός, ὁ ἴδιος, γίνεται ἑῢς καὶ ἐκτάσει τοῦ ε ἠΰς, γενικὴ ἠέος καὶ μεταθέσει ἑῆος· ἢ καὶ ἄλλως ἀπὸ τοῦ εὖ ἐΰς, ὁ ἀγαθός, καὶ τὰ λοιπὰ καθ' ὁμοίαν ἀγωγήν· ἢ καὶ παρὰ τὸ ἥδω, τὸ εὐφραίνω, ἡδὺς καὶ ἀποβολῇ τοῦ δ ἡῢς καὶ τὰ ἄλλα ὁμοίως τοῖς ἀνωτέρω· ἢ παρὰ τὸ ἕω, τὸ ἀπολαύω, ἑΰς, καὶ τροπῇ τοῦ ε κατὰ τὴν εἰρημένην ὁμοιότητα τὰ ἑξῆς· ἢ καὶ ὡς πνίγω πνιγεύς, οὕτως ἕω ἑεύς, ὅθεν Ἰωνικὴ γενικὴ ἑῆος.] (v. 394 s.) Ὅτι ἀξιοῖ ὁ ποιητὴς μεμνῆσθαι ἡμᾶς χαρίτων, εἴ ποθεν ἢ λόγῳ ἢ ἔργῳ ὄνησιν σχοίημεν