Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.186
Not analysed yet
ὃ ἐξεῖλον Ἀχαιοὶ τὴν Χρυσηΐδα τῷ βασιλεῖ. ἐξελεῖν δέ ποτε λέγεται καὶ τὸ ἐκβαλεῖν καὶ ἀπολέσαι καὶ ὑπεξελεῖν τὸ εἰς μέρος θεῖναι. τοῦτο δὲ καὶ ἐξαιρεῖν ὀνομάζεται, ὅθεν ἐξαίρεσιν λίθου φησί που Ἡρόδοτος. (v. 370 ss.) Ὅτι ἐνταῦθα ὁ ποιητὴς σχήματι ἀνακεφαλαιώσεως χρῆται διὰ τοῦ Ἀχιλλέως ἐπαναλαμβάνων τὰ πρὸ μικροῦ ἱστορηθέντα εἰς ἀνάμνησιν τοῦ ἀκροατοῦ· ἅπερ εἰσὶν ἡ τοῦ Χρύσου ἱκετεία, ἡ τῶν δώρων προβολή, ὁ τῶν Ἀχαιῶν ἐπευφημισμός, ἡ τοῦ βασιλέως ἀπειλή, ἡ τοῦ Ἀπόλλωνος μῆνις, ἡ τοῦ Κάλχαντος μαντεία, ὁ χόλος τοῦ βασιλέως, ἡ τῆς Χρυσηΐδος ἀποστολὴ καὶ ἡ τῆς Βρισηΐδος ἀφαίρεσις. Ἰστέον δὲ ὅτι ἕως μὲν τῆς τοῦ Ἀγαμέμνονος ἀπειλῆς αὐτοὺς ἐκείνους ξηροὺς ἔθετο τοὺς στίχους ὁ ποιητὴς παλιλλογῶν, οὓς ἐν τοῖς φθάσασιν ἔγραψε, διδάσκων, ὡς καὶ ἐν ἄλλοις μυρίοις, ὅτι ἐν πολλοῖς ἔξεστι τῷ ῥητορεύοντι ἀνεπιλήπτως ταὐτολογεῖν καὶ μὴ τὰ καλῶς ῥηθέντα παρακινεῖν μηδὲ κόπους ἑαυτῷ παρέχειν ἐν κενοῖς μηδενὸς κατεπείγοντος μηδὲ μελετᾶν ἀγωνιᾶν εἰσαεί. τὰ μέντοι ἐφεξῆς ἄλλαις λέξεσι καὶ σχήμασιν ἐπιτέμνει ἐπιτροχάδην ἀνακεφαλαιούμενος καὶ διδασκαλίαν ἑτέραν ταύτην ἀνακεφαλαιώσεως ὑποτιθείς, ἐν ᾗ τὰ μακρότερον προδιηγηθέντα ἐπιτετμημένως προάγονται. καὶ τοίνυν ἐν τῇ τοιαύτῃ ἐπιτρόχῳ ἀνακεφαλαιώσει εὔξασθαι μὲν τὸν Χρύσην φησί, τὸν Ἀπόλλωνα δὲ ὑπακοῦσαι καὶ τοὺς Ἀχαιοὺς πυκνοὺς θνῄσκειν καὶ τὸν μάντιν εὖ εἰδότα θεοπροπίας εἰπεῖν καὶ τὰ ἑξῆς. οὔτε δὲ ὁποία τις ἦν ἡ εὐχὴ λέγει οὔτε τὴν τοῦ Ἀπόλλωνος μῆνιν ἐκφράζει οὔτε τοὺς τοῦ Κάλχαντος λόγους φράζει οὔτε ἄλλο διασκευάζει οὐδέν, ἀλλ' ἐπιτρέχει μόνα τῶν προϊστορηθέντων τὰ καιριώτατα. ὥστε ἔχομεν ἐνταῦθα δύο τρόπους ἀνακεφαλαιώσεων, ἕνα μὲν τὸν αὐτὰ ἐκεῖνα ξηρὰ τὰ προλεχθέντα πάντα φράζοντα, ἕτερον δὲ τὸν ἐπιδρομάδην τοῖς καιρίοις μόνοις ἐπεξιόντα. (v. 387 s.) Ὅτι Ἀχιλλεὺς ὑψῶν ῥητορικῶς τὴν εἰς αὐτὸν βασιλικὴν ἀδικίαν ἀσεβείας τὸν Ἀγαμέμνονα γράφεται, εἴγε, ὡς πρὸς τὴν μητέρα φησίν, αὐτὸς μὲν ἐκέλευε θεὸν ἱλάσκεσθαι, τὸν δὲ Ἀτρείδην διὰ τοῦτο χόλος ἔλαβεν. [ἐκέλευσε δὲ τὸ ῥηθὲν Ἀχιλλεὺς ἐν τῷ «ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες». (v. 388) Ὅτι σφοδρὰν ἐπεξέλευσιν φράζει τὸ «αἶψα δ' ἀναστὰς ἠπείλησε μῦθον, ὁ δὴ τετελεσμένος ἐστίν» ἤγουν ὃς δὴ τετέλεσται.] (v. 389) Ὅτι ἑλίκωπες Ἀχαιοὶ οὐ μόνον, ὡς εἴρηται, οἱ τὰς κώπας ἑλίσσοντες ἢ τοὺς τῶν ὁρώντων ὀφθαλμοὺς ἑλίσσοντες ἐπ' αὐτούς, ὡς καὶ εἶδος ἀγητοὶ ὄντες, ὅ ἐστι θαυμαστοί, ἀλλὰ καὶ οἱ τὴν ὄψιν γοργοὶ καὶ συχνὰ τοὺς ὦπας ἑλίσσοντες, ὅποι δέον ἐστί, καὶ μὴ νωθροί· ἢ οἱ πρὸς τὴν Ἑλίκην, τὴν μεγάλην ἄρκτον, ὡς καὶ τοῦτο ἐρρέθη, βλέποντες ἐν τῷ πλέειν· πρὸς ταύτην γὰρ Ἕλληνες