Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.190.1
Not analysed yet
Βριάρεω καὶ ἄλλως τὸ πιθανόν· βοηθεῖται δὲ καὶ ὑπὸ τῆς ῥοδοδακτύλου Ἠοῦς. ἐὰν γὰρ διὰ τὸν ἥλιον καὶ τὰς αὐτόθεν ἀκτῖνας δάκτυλοι τῇ ἡμέρᾳ πλάττωνται, λέγοιτ' ἂν καὶ αὐτὸς ὁ ἥλιος οὐκ ἀπιθάνως χεῖρας ἔχειν καὶ ταύτας ἑκατόν, ὅ ἐστι πολλάς. τῶν τοίνυν ῥηθέντων προσώπων οὕτω κατ' ἀλληγορίαν ἐκλαμβανομένων ἡ τοῦ ῥηθέντος μύθου θεραπεία οὕτω πως διατίθεται, εἰπεῖν συντομώτατα, ὡς οὐδὲν ἂν ἐκώλυε τὸν αἰθέρα Δία καταστασιασθῆναι ὑπὸ τῶν λοιπῶν στοιχείων καὶ ἄνω κάτω πάντα γενέσθαι καὶ σύγχυσιν τὸ σύμπαν παθεῖν, εἰ μὴ Θέτις, τουτέστιν ἡ τοῦ παντὸς κατὰ φύσιν θέσις, μένειν αὐτὰ κατὰ χώραν ἐποίησε διὰ μέσου τοῦ ἑκατόγχειρος τουτέστι τοῦ ἡλίου, ὃς καὶ αὐτὸς θέσιν ἔχων τὴν πρέπουσαν καταλλάττειν οἶδε τὴν στάσιν καὶ τὰ μέγιστα τῇ τοῦ παντὸς διευθετήσει συμβάλλεται. Ἰστέον δὲ ὅτι ἡ τοιαύτη ἀλληγορία οὐ συμβιβάζεται πρὸς τὰ Τρωϊκά. καὶ εἰκότως. τῶν γὰρ μύθων, ὅσοι τῷ Τρωϊκῷ πολέμῳ σύγχρονοι, θεραπεύοιντο ἂν πρὸς τὰ Τρωϊκά. ὅσοι δὲ παλαιγενεῖς καὶ πρὸ αὐτοῦ Ὁμήρου τεθέντες, εἰ καὶ ἀλληγοροῖντο, ἀλλ' οὐδὲν αὐτοῖς μετέσται τοῦ Τρωϊκοῦ πολέμου. Τινὲς δὲ καὶ οὕτω τὸν τοιοῦτον μῦθον θεραπεύουσιν Ἥραν μὲν καὶ Ποσειδῶνα τὸν ἀέρα καὶ τὸ ὕδωρ νοοῦντες, Ἀθηνᾶν δὲ τὸ αἰθέριον πῦρ διὰ τὸ τῆς χροιᾶς, φασίν, ἄνθος οὕτως ὀνομαζομένην, ὥσπερ καὶ Παλλάδα διὰ τὸ εὐκίνητον· Δία δὲ τὸν θεῖον νοῦν, τὴν ψυχὴν τοῦ παντός· Θέτιν δὲ τὴν τῶν ὅλων διάθεσίν τε καὶ διακόσμησιν. ἑκατόγχειρον δὲ καὶ Βριάρεων τὴν τῆς τοιαύτης διακοσμήσεως βριαρὰν ἀνάγκην τε καὶ ἰσχύν, ἥτις διάθεσις καὶ ὅστις Βριάρεως τὰ τοιαῦτα στοιχεῖα διὰ τὸ τῆς ὕλης ἄτακτον κατεπιχειρεῖν θέλοντα τοῦ Διὸς καὶ οἷον ἐπικρατεῖν ἔπαυσαν τοῦ ἐγχειρήματος. ἄλλοι δὲ τῇ τοῦ Ζηνοδότου γραφῇ στοιχοῦντες τῇ λεγούσῃ «Ἥρη τε καὶ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων» καὶ Ἥραν μὲν καὶ Ποσειδῶνα καὶ Ἀπόλλωνα συνήθως ἀέρα νοήσαντες καὶ ὕδωρ καὶ ἥλιον, εἶτα δὴ τὸν Αἰγαίωνα εἰς αἰῶνά τινα καὶ χρόνον ἀλληγοροῦντες, ἑκατόγχειρον δὲ τὴν ἐν τῷ αἰῶνι τῶν ἔργων πολυχειρίαν νοοῦντες, τὸν δὲ Δία ἤτοι Ζῆνα εἰς τὸ ζῆν ἐκλαμβάνοντες, συμβιβάζουσιν οὕτω τὸν μῦθον· ὅτι κίνδυνος ἦν μὴ ζῆν τοὺς περὶ γῆν, ἀλλὰ ἀπολέσθαι τὸν ζωτικὸν Δία συνδεθέντα ὥσπερ τῇ τῆς στοιχειακῆς ὕλης ἀταξίᾳ, εἰ μὴ φυσική τις θέσις ἦν τοῖς στοιχείοις καὶ αἰὼν ἤτοι χρόνος παρήχθη καὶ χειρῶν ἐργασία ἐπετηδεύθη καὶ κίνησις ἡλίου ἐκολάσθη τῇ τῆς κινήσεως ἀντιστρόφῳ φορᾷ. καὶ σημείωσαι οἷον ὁ ἑκατόγχειρ ἐνταῦθα· ἔχεις γὰρ ἐντεῦθεν ἐγκώμιον ἐργατικῆς πολυχειρίας πορίσασθαι. καὶ τοιαῦτα μέν τινα οἱ ἀλληγορηταί. ἡ δὲ ἱστορία λόφον τινὰ οἶδεν Αἰγαίωνος περὶ τὴν Ἀσίαν, ἐξ οὗ πηγαί τινες ἑκατὸν ἀναπιδύουσαι, ἤτοι πολλαὶ ἢ αὐτὸ τοῦτο ἑκατόν, καὶ τὰ ἐκεῖ πεδία λιπαίνουσαι τὴν τοῦ ἑκατόγχειρος μυθολογίαν παρήγαγον. φησὶ γὰρ ἡ τοῦ Ἀρριανοῦ ἱστορία, ὅτι Βριάρεως, γῆς καὶ οὐρανοῦ παῖς, θαλαττοκρατήσας ὁρμητηρίῳ ἐχρήσατο Εὐβοίᾳ τῇ νήσῳ κἀκεῖθεν ὁρμώμενος κατεστρέψατο τὰς Κυκλάδας, ὃς καὶ Αἰγαίων ὠνόμασται ὑπὸ τῶν ἀνθρώπων. οὗτος δὲ καὶ αἰτίαν παρασχεῖν λέγεται τῷ Αἰγαίῳ πελάγει εἰς ἐπωνυμίαν. σῆμα δὲ αὐτοῦ δείκνυσθαι