Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.191
Not analysed yet
κατὰ τὸν Ῥυνδακὸν ποταμὸν οὐ πόρρω θαλάσσης λόφον τινὰ καὶ τοῦτον ἐπικαλεῖσθαι Αἰγαίωνος καὶ ἀπὸ τοῦ λόφου τούτου πίδακας ἐκδιδόναι ἑκατὸν καὶ ταύτας καλεῖσθαι παλάμας Βριάρεω. Ἰστέον δὲ ὅτι, ὥσπερ ἑκατογκέφαλον τὸν Τυφῶνα ὁ μῦθος, οὕτω καὶ τὸν Αἰγαίωνα ἑκατόγχειρον ἔπλασε. καὶ ἔστι καθ' ἱστορίαν ἐκεῖνο μὲν περινοίας ἀρχικῆς σύμβολον καὶ τοῦ πολλὰ δοκεῖν τὸν Τυφῶνα φρονεῖν, τοῦτο δὲ τοῦ πολλὰ πράττειν αἴνιγμά ἐστιν. ὅθεν καὶ ὁ πολυμήχανος Ἀρχιμήδης μιᾷ προσβολῇ πολλὰ βέλη ἀφιεὶς ἑκατόγχειρ πρὸς τῶν βαλλομένων ἐκλήθη. [καὶ ἄλλως δὲ φράσαι εἴη ἂν ἑκατόγχειρ ὁ πολύχειρ ἢ πράξεσιν ἢ πλήθει στρατοῦ ἢ μηχαναῖς. ἡ δ' ἐν τοιούτοις δραστηριότης ὀξυλάβεια ἔργων λέγεται.] τὸ δὲ ἑκατόγχειρον ἀπὸ γενικῆς ἐστι τῆς τοῦ ἑκατόγχειρος, ἥτις εἰς εὐθεῖαν ἀναδραμοῦσα παρήγαγε τὸν ἑκατόγχειρον. (v. 402 s.) Ὅρα δὲ ὅπως, ὡς ἐν ἀνθρώποις εἰσὶ πολλάκις παῖδες οὐχ' ὅμοιοι ἤγουν ὁμονοητικοὶ τῷ πατρί, οὕτως οὐδὲ ὁ μυθικὸς Βριάρεως φίλα φρονεῖ τῷ πατρὶ ἢ Κρόνῳ ὄντι κατὰ τὸν Ἀρριανὸν ἢ Ποσειδῶνι κατά τινας, ἀλλὰ καταβραβεύει αὐτόν, ὥς φασιν οἱ παλαιοί, τοῦ φυσικοῦ θεσμοῦ προθέμενος τὸ δίκαιον. οὕτω καὶ ἐν μύθοις φαντάζει ὁ ποιητὴς τά τε ὑψηλότερα καὶ τὰ ἀνθρώπινα δέ, φιλοσοφῶν ἀμφοτέρωθεν. τριώνυμος δὲ ὁ τοῦ Διὸς οὗτος ἐκδικητὴς Βριάρεώς τε καλούμενος καὶ Αἰγαίων καὶ ἑκατόγχειρ εἴτ' οὖν ἑκατόγχειρος. Ὅρα δὲ καὶ τὴν ἐμβρίθειαν καὶ σεμνότητα τοῦ λόγου· δυνάμενος γὰρ ὁ ποιητὴς ἐγγυτάτω παραθεῖναι δύο εὐθείας τὸ «κύδεϊ γαίων» καὶ τὸ «Αἰγαίων» καὶ οὕτως ἐπαναστροφὴν ἢ παρήχησιν αὐθαδεστέραν ποιῆσαι ῥητορικήν, οἷον «Αἰγαίων γαίων κύδεϊ» ἢ ἄλλως πως, ὁ δὲ οὐκ ἐποίησεν οὕτως, οἷα μὴ θέλων ἄκαρπον ἄνθος γραφῆς ἐνθεῖναι τῇ ποιήσει παρὰ καιρὸν καὶ ἀμεθόδως καλλωπίσαι τὸν λόγον. οὐ γὰρ ἔδει ποιῆσαι τοιαῦτα παίζειν πενθοῦντα τὸν Ἀχιλλέα. Ἰστέον δὲ ὅτι αἰθέρος, ὡς ἀνωτέρω ἐρρέθη, νοηθείσης τῆς Ἀθηνᾶς, προσεθεώρησάν τινες ἀκολούθως καὶ ταῦτα· κορυφῆς μὲν αὐτὴν ἐκγενέσθαι Διὸς διὰ τὸ δοκεῖν αἰθέρα τὸν ὑψηλότατον εἶναι ἀέρα, παρθένον δὲ διατελεῖν διὰ τὸ ἁγνὸν τοῦ τοιούτου ἀέρος, γλαυκῶπιν δὲ καλεῖσθαι διὰ τὸ τοῦ στοιχείου ἔγγλαυκον καὶ φωσφόρον διὰ τὸ διαφανές. Ὅτι, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φαίνεται, σκληρὸν ὁ μῦθος τὸ τῆς Ἥρας ἦθος πλάττει ἀντικαθισταμένης ἀεὶ τῷ Διΐ. ποιεῖ δὲ ὁ ποιητὴς τοῦτο λαβὼν ἀφορμὰς ἐκ τοῦ προρρηθέντος παλαιτάτου μύθου. σκοπητέον γάρ, ὡς εἰκός, οἵα κακοτροπία γυναικὸς βουλευσαμένης τυραννίδα τῷ ἀνδρί. ἔχει δὲ τὰς ἀρχὰς ὁ μῦθος ἐκ τῆς φυσικῆς ἀληθείας. τῷ ὄντι γὰρ τῇ Ἥρᾳ πρὸς τὸν Δία, ὅ ἐστι τῷ ἀέρι πρὸς τὸν αἰθέρα, οὐ μόνον στοργή τις ὕπεστι κατὰ τὴν κοινὴν ἀμφοῖν ποιότητα τῆς θερμότητος, ἀλλὰ καὶ μάχη καὶ διάστασις ἀσύμβατος κατὰ τὴν ἀεὶ ξηρότητα καὶ ὑγρότητα· ξηρὸς μὲν γὰρ ὁ αἰθήρ, ὑγρὸς δὲ ὁ ἀήρ. (v. 403 s.) Ὅτι πολλά εἰσι διώνυμα παρὰ