Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.193
Not analysed yet
τὰς παρηχήσεις σπάνιον καὶ μεμετρημένον παρὰ τῷ ποιητῇ οἷον καὶ τὸ «χόλος δέ μιν ἄγριος ᾕρει», «Ἥρῃ δ' οὐ κέχαδε στῆθος χόλον». τοιοῦτόν τι καὶ τὸ πρὸ ὀλίγου ῥηθὲν τὸ «ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον». καὶ γὰρ καὶ τὸ πίθεσθε μέσου ἀορίστου δευτέρου προστακτικοῦ πληθυντικοῦ καὶ τὸ πείθεσθαι ἀπαρέμφατον ἐν διαφόρῳ γραφῇ τὸν αὐτὸν ἦχον ἔχουσι. καὶ ἐν τοῖς ἑξῆς δὲ τὴν τῆς Ἥρας κλητικὴν διὰ τῶν δύο η καὶ τὴν τῆς Ἴριδος διὰ τῶν δύο ι ἐγγὺς ἀλλήλων τίθησι κατὰ τοιαύτην παρήχησιν παντελῶς μὲν ἠχοῦσαν ταὐτόν, ἀνομοιότητα δὲ ἔχουσαν κατά τε τὴν ἔννοιαν καὶ κατὰ τὴν γραφήν. φησὶ γάρ· «Ἶρι θεά, τίς γάρ σε προέηκε;» «Ἥρη με προέηκε». τούτου τοῦ εἴδους ἐστὶ καὶ τὸ «οὐκ ὀφθήσῃ κενὸς ἐναντίον μου, ἀλλ' ἄλλον τρόπον καινός». καὶ γὰρ καὶ ἐνταῦθα κενὸς μὲν καὶ καινὸς τὰ αὐτὰ κατὰ τὸν ἦχον ἀπαραλλάκτως εἰσί, πλὴν τὸ μὲν πρῶτον διὰ τοῦ ε ψιλοῦ γράφεται, τὸ δὲ δεύτερον τὴν διὰ διφθόγγου γραφὴν ἀπηνέγκατο. τοιοῦτον καὶ παρὰ Θεοκρίτῳ τὸ «ὅρη, φίλε, ὃ μελύδριον ὥρῃ ἐξεπόνησα» [τουτέστιν «ὅρα τὸ μέλος, ὃ καθ' ὥραν ἐπονησάμην». καὶ παροιμιῶδες τὸ «ζεῖ χύτρα, ζῇ φιλία».] καὶ τοῦτο μὲν τοιοῦτον παρηχήσεως εἶδος ταὐτοφωνίαν ἔχον παντελῆ, διαφορὰν δὲ φέρον κατὰ μόνην γραφήν· ὅπερ ἐστὶ διάφορον πρὸς τὴν ῥητορικὴν παρήχησιν, ἥτις ταὐτογραφουμένη διαφορὰν ἔχει κατὰ τὴν ἐκφώνησιν. ἔστι δὲ καὶ ἄλλο ξενίζον παρηχήσεων εἶδος, ᾧ χρᾶται καὶ ὁ ποιητής. καὶ κεῖνται τούτου ἱκανὰ παραδείγματα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ἔστι δὲ τοιοῦτον, ὅταν καὶ παρηχῇ τις ἐν ἀνομοιότητι γραφῆς φωνηέντων ὁμοίως τοῖς πρὸ τούτου καὶ τὴν ταὐτοφωνίαν δέ πως ἀλλοιοῖ· καθὸ καὶ ἠναντίωται τοῦτο τῷ πρὸ αὐτοῦ, τῷ παντελῶς ταὐτοφώνῳ, οἷον τὸ «Σκύλλη κοίλης ἐκ νηός» καὶ «Ἐπειὸς ἐποίησε σὺν Ἀθήνῃ» καὶ «φίλησε δὲ φῦλον ἀοιδῶν» καὶ Ἀρριανός «φῦναι Φινέα» καὶ Ἡσίοδος «Φυλέα φίλον μακάρεσσι θεοῖσι»· καὶ Εὐριπίδης «ἐλελίζει αἴλινον» καὶ ὅσα ἄλλα ὅμοια. τὰ δὲ τοιαῦτα οὐκ ἐπιτηδευτὰ ἔοικεν εἶναι, ἀλλ' ἐκ τοῦ παρατυχόντος παρήχηνται, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ εἴρηται. ἔστι τι καὶ ἄλλο πανοῦργον παρηχήσεως εἶδος, ὅπερ κατὰ γραμμάτων μετάθεσιν γίνεται, ὁποῖόν τι περιειργάσατο ὁ εἰπὼν τὸ τοῦ λόγου νᾶμα μάννα δοκεῖν τοῖς ἀκροαταῖς· τὸ γὰρ νᾶμα χωρῆσαν ὡς ἐς ἀνάρρουν εἰς μάννα μετερρύη. τοιοῦτον καὶ τὸ «οὐ λίθῳ βαλών, ἀλλὰ τῇ χειρὶ λαβών» καὶ τὸ λέπας καὶ πέλας παρὰ Λυκόφρονι. καί εἰσι καὶ τούτου σπέρματα παρὰ τῷ ποιητῇ, ὃς εἰπὼν ἐν Ὀδυσσείᾳ «ἠμείψατο μύθῳ» ἐπήγαγε «θυμὸν ὤρινας», ὡς τοῦ μύθου καὶ τοῦ θυμοῦ τοῖς αὐτοῖς διοικουμένων γράμμασι. καὶ ἐν τῷ «θυμοδακὴς δὲ μῦθος» τὸ αὐτὸ ἐμφαίνεται· καὶ ἐν τῷ «οὐχ' ἥνδανε θυμῷ, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν». οὕτω δὲ περιεργασαμένων τινῶν τὴν μίαν λέξιν καὶ διαστρεψάντων αὐτὴν ἄλλοι μένειν αὐτὴν