Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.192
Not analysed yet
τῷ ποιητῇ τουτέστι δυσὶν ὀνόμασι καλούμενα· καὶ τῶν τοιούτων ὀνομάτων τὸ μὲν ὁ ποιητὴς εἰς θεοὺς ἀναφέρει, τὸ δὲ ἀνθρώποις ἀπονέμει δηλῶν, ὅτι μουσοτραφὴς ὢν οἶδε καὶ τὰ θεῖα καὶ τῆς τῶν θεῶν ἐπαΐει διαλέκτου. παρασημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὸ μὲν ὅλως κρεῖττον τῶν ὀνομάτων θεοῖς δίδωσιν ἡ ποίησις ὡς θειότερον, τὸ δὲ μὴ τοιοῦτον ἀνθρώποις· ὥσπερ ἐνταῦθα τὸ Βριάρεως εὐγενέστερον τοῦ Αἰγαίων ἐστὶ καὶ σεμνότερον, ἔτι δὲ καὶ ὀγκηρότερον εἰς φωνήν. διὸ καὶ εἰς θεοὺς ὡς θεῖόν τι ἀνάγεται. οὕτω καὶ ἐν τοῖς ἑξῆς Ξάνθον μέν τινα ποταμὸν καλοῦσι θεοί, ἄνδρες δὲ Σκάμανδρον· καὶ ὄρνιν τινὰ θεοὶ μὲν χαλκίδα κικλῄσκουσιν, ἄνδρες δὲ κύμινδιν· ἐν δὲ Ὀδυσσείᾳ τὸ μῶλυ θεοὶ μόνοι οὕτω καλοῦσιν, ἀνθρώποις δὲ οὔτε ἔγνωσται οὔτε ὠνόμασται. Ὅτι δὲ τρόπον τινὰ καὶ τριώνυμος ὁ Βριάρεως, πρὸ βραχέων εἴρηται. ἐξ ἀνθρώπων δὲ τῷ μύθῳ καὶ ἡ ῥηθεῖσα πολυωνυμία παρείλκυσται, παρ' οἷς ἄλλο μὲν ὄνομα οἰκειακόν, ἄλλο δὲ ἐν τοῖς ἐκτός, ὡς καὶ ἡ Ἀλκυόνη δηλοῖ ἐν τοῖς ἑξῆς, ἡ καὶ Μάρπησσα. Ἰστέον δὲ ὡς τὸν μυθικὸν Αἰγαίωνα ὁ Στωϊκὸς Ὅμηρος Ποσειδῶνος εἶναί φησιν. ὁ δὲ ποιητής φησι καί, ὅτι τοῦ πατρὸς ἀμείνων ἦν, ὅπερ σπάνιον κατὰ τὸν Ἡσίοδον λέγοντα· «παῦροι δέ τε πατρὸς ἀρείους». φασὶ δὲ οἱ παλαιοί, ὅτι Ζηνόδοτος ὁ ἀντὶ τοῦ «Παλλὰς Ἀθήνη» μεταγράψας «Φοῖβος Ἀπόλλων» καὶ ἐνταῦθα ἀντὶ τοῦ «οὗ πατρὸς ἀμείνων» γράφει «πολὺ φέρτερος ἁπάντων, ὁπόσοι ναίουσιν ὑπὸ Τάρταρα εὐρώεντα». ἀμελεῖται δὲ ὁ Ζηνόδοτος καὶ ἐν τούτῳ· οὐ γὰρ ἐκ τῶν ἀπὸ Ταρτάρου Τιτάνων ὁ Βριάρεως, ἀλλὰ δαίμων, φασί, θαλάσσιος. [Ὅτι δὲ τὸ Βριάρεως καὶ πεντασυλλάβως λέγεται Ὀβριάρεως, ἔστιν ἀλλαχοῦ γνῶναι.] Ὅτι τὴν μὲν τοῦ Αἰγαίωνος παρήχησιν ἐξέκλινεν, ὡς εἴρηται, ὁ ποιητὴς ἐν τῷ μὴ ὁμοιοπτώτως εἰπεῖν «Αἰγαίων κύδεϊ γαίων», ἀλλ' ἐν ἀρχῇ μὲν στίχου ἑνὸς εἰπεῖν Αἰγαίωνα, ἐν δὲ τέλει τοῦ ἑτέρου Αἰγαίων, αἰτιατικὴν δηλονότι καὶ εὐθεῖαν, εἰ καὶ ἄλλως ἡ ἔκθλιψις τοῦ α τῆς αἰτιατικῆς εἰς τρισυλλαβίαν συστείλασα τὸν Αἰγαίωνα ἔμφασιν δίδωσι παρηχήσεως. καὶ οὕτω μὲν οὐ καθαρῶς παρήχησεν ὁ ποιητὴς ἐν τῷ Αἰγαίωνι. ἐφεξῆς δ' ἑτέρᾳ παρηχήσει χρᾶται εἰπών, ὅτι τὸν Αἰγαίωνα ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν. τοῦτο δὲ πάνυ καινότροπον. διὸ καὶ σπάνιοι αἱ τοιαῦται πανταχοῦ παρηχήσεις. ὡς ἐπὶ τὸ πλεῖον γὰρ αἱ παρηχήσεις ἤγουν αἱ ταὐτὸν ἠχοῦσαι λέξεις διαφορὰν ἔχουσιν οὐ μόνον κατὰ τὴν σημασίαν ἀλλὰ καὶ κατὰ τὴν προφοράν, οἷον τὸ «Εὐπείθει πείθοντο» καὶ «κατὰ πεδίον Ἀλήϊον οἶος ἀλᾶτο πάτον ἀνθρώπων ἀλεείνων». τὸ δὲ πάντῃ ταὐτοφώνους εἶναι