Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.195
Not analysed yet
παρὰ τῇ μητρὶ περιαυτολογῶν τοιοῦτον πάλιν ἑαυτὸν ὀνομάζει [εἰπών· «ἵνα πάντες ἐπαύρωνται βασιλῆος» ἤγουν ἐπαπολαύσωσι καὶ ἐπιχαρεῖεν τῷ βασιλεῖ· «γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων ἣν ἄτην» ἤγουν τὴν αὐθαίρετον βλάβην, «ὅτ' ἄριστον Ἀχαιῶν», ἤγουν ἐμέ, «οὐδὲν ἔτισε».] Σοφοκλῆς δὲ τὸ τοιοῦτον νόημα παραφράζων ἐπὶ Αἴαντος περιφραστικώτερόν φησιν, ὅτι τοιοῦτος ἦν ὁ Αἴας, οἷον οὔ τινα ἡ Τροία εἶδε μολόντα γῆς ἀπὸ Ἑλληνίδος. ἐμφαντικῶς δὲ ἄριστον ἄρτι ἑαυτὸν ὁ Ἀχιλλεὺς λέγει. εἰ μὲν γὰρ συγκατατίθεται ἡ μήτηρ ἄριστον αὐτὸν εἶναι, ἵνα τί μὴ τιμᾶται ὡς ἄριστος; εἰ δὲ μή ἐστιν ἄριστος, διὰ τί οὐκ ἔστι τοιοῦτος; ἀλλὰ μινυνθάδιος μὲν γέγονε, τιμὴν δὲ οὐκ ἔχει, ὁποίαν οἱ ἄριστοι. (v. 410) [Σημείωσαι δὲ ὅτι ἐν τῷ «πάντες ἐπαύρωνται βασιλῆος» νοηθείη ἂν βασιλεὺς καὶ ὁ κατὰ τὸν ἐν Ὀδυσσείᾳ Ἔχετον βασιλέα βροτῶν δηλήμονα, ἵνα λέγῃ σεμνῶς καὶ εὐφήμως, ὡς πάντες ἐπαύρωνται βασιλέως τούτου κακοῦ κατὰ τὸ «πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα». ἔνθα ὅρα τὸ ἀπαυρεῖν ταὐτὸν ὂν τῷ Ὁμηρικῷ ἐπαυρεῖν. διὸ καλῶς ἡ αὐτῶν ἑρμηνεία, ἤγουν τὸ ἐπαπολαύειν, τὰς ἐκείνων ἔχει προθέσεις.] (v. 414) Ὅτι μονῳδικῷ ἔοικε σχήματι τὰ τῆς Θέτιδος πρὸς Ἀχιλλέα εἰπούσης· «ὤ μοι, τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα» καὶ τὰ ἑξῆς. πενθεῖ δὲ αὐτόν, ὅτι ἅμα τε ὠκύμορός ἐστι καὶ ὀϊζυρὸς περὶ πάντων ἤτοι περισσότερον πάντων. καὶ σημείωσαι τὴν συντομίαν τοῦ «τί σ' ἔτρεφον αἰνὰ τεκοῦσα;» δύο γὰρ ἐν ὀλίγῳ συνέστρεψε νοήματα, οἱονεὶ οὕτως εἰποῦσα· οὐκ ὤφελόν σε τεκεῖν. εἰ δὲ καὶ ἔτεκον, τί δήποτε δυστυχῶς ἔτρεφόν σε; Τὸ δὲ αἰνὰ τεκοῦσα ἀντὶ τοῦ αἰνῶς, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ, ὅτι οὐ καλὰ πόλεμόνδε συνοισόμεθα ἀντὶ τοῦ οὐ καλῶς. (v. 417) Τὸ δὲ ὀϊζυρός τοιαύτην ἔχει παραγωγήν· ὥσπερ παρὰ τὸ αἴ ἐπίρρημα γίνεται τὸ αἰάζω καὶ παρὰ τὸ ὤ ὤζω ἐν Αἰσχύλῳ, ἐξ οὗ τὸ οἰμώζω, οὕτω παρὰ τὸ οἴ οἴζω, ἐξ οὗ παράγωγον οἰζύω καὶ κατὰ διάλυσιν ὀϊζύω· ὡς τὸ «ἀλλ' ἄγε δὴ περὶ κεῖνον ὀΐζυε», ἐξ οὗ ὀϊζὺς ἡ ἀξία θρήνων κακοπάθεια καὶ ὀϊζυρὸς ὁ θρήνων ἐπάξιος. (v. 415—8) [Τῷ δὲ ῥηθέντι ὡς μονῳδικῷ πρόσκειται καὶ ταῦτα· «αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν· νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο, τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν». ἔστι δὲ ἐναντία τὸ μίνυνθα καὶ τὸ δήν, ὧν ἐκ τοῦ μὲν γίνεται ὁ μινυνθάδιος, ὡς