Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.196
Not analysed yet
ἐδηλώθη, τοῦ δὲ ὁ δηναιός, ὅ ἐστι πολυχρόνιος, καὶ δηρόν τὸ ἐπὶ πολύ, τροπῇ τοῦ ν εἰς ρ, καὶ δήνεα τὰ βουλεύματα, οἷς χρόνου δεῖ. διὸ καὶ παροιμία κεῖται «δηρὸν βουλεύειν, ἵν' ἔχῃ καὶ πολλὸν ἄμεινον», εἰς ἣν συντελεῖ καὶ Σοφοκλέους τὸ «φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς».] (v. 420) Ὅτι ἐν τῷ «Ὄλυμπον ἀγάννιφον» φανερῶς Ὄλυμπον τὸ ὄρος λέγει. ὁ γὰρ Ὄλυμπος ὁ εἰς οὐρανὸν λαμβανόμενος οὐ νίφεται, ὅτι μηδὲ νεφελοῦται, ὅπου γε κατὰ τοὺς παλαιοὺς καὶ αὐτοῦ τοῦ Ὀλύμπου τοῦ ὄρους τὰ ἄκρα ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτε κατομβρεῖται, ὡς καὶ ἐν Ὀδυσσείᾳ φανερῶς φησιν ὁ ποιητής. Ἰστέον δὲ ὅτι διχρόνῳ παραλήγεται τὸ «ἀγάννιφον» ἐκ τοῦ διφορουμένου νείφω. ἢ γὰρ ἐκ τοῦ ἐνεστῶτος τοῦ ἔχοντος τὸ ι ἢ ἐκ τοῦ γραφομένου ἐν διφθόγγῳ, οὗ δεύτερος ἀόριστος ἔνιφον, ὅθεν δοκεῖ ἡ νιφὰς εἶναι καὶ ὁ νιφετός. ἐκεῖθεν δὲ καὶ τὸ νέφος καὶ τὸ νένοφα, οὗ μεμνημένος ὁ Ἡρωδιανὸς ἀπορεῖ, πῶς ὁ Ἀριστοφάνης νένοφα εἶπε καὶ οὐ νένοιφα, ἵνα ἦν, ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, οὕτω καὶ νείφω νένοιφα. [Περὶ οὗ ἔστιν εἰπεῖν, ὡς οὐκ ἐκ τοῦ νείφω ἐκλίθη κατὰ τὸ πείθω πέποιθα καὶ ὅσα ἕτερα ἐπὶ ἐνεστῶτος ἔχουσι τὸ ε μετὰ τοῦ ι, ἀλλ', ὡς εἰκός, ἐκ τοῦ νέφω, ἵνα ᾖ, ὥσπερ λέγω λέλογα, οὕτω καὶ νέφω νένοφα, κατὰ τὰ ἔχοντα τὸ ε μόνον ἐν τῷ ἐνεστῶτι. τοῦ δὲ νέφω, εἰ καὶ μὴ ἔστι χρῆσις, ἀλλὰ δοκεῖ ὅμως πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡς ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφος καὶ ἡ νεφέλη.] Ἔτι ἰστέον καὶ ὅτι τὸ ἄγαν οὐκ ἀεὶ [ἐν ταῖς συνθέσεσι] φυλάσσει τὸ τοῦ τέλους ἀμετάβολον, ἀλλ' ἔστιν οὗ, ὡς ἔστι μαθεῖν ἐξ ἐπαγωγῆς. (v. 421) [Ὅτι ἐρεθιστικὸν τῷ Ἀχιλλεῖ πρὸς τῆς μητρὸς ῥηθὲν τὸ «ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος μήνι' Ἀχαιοῖς, πολέμου δ' ἀποπαύεο πάμπαν.] (v. 423) Ὅτι τὸ τὸν Δία εἰς Ὠκεανὸν ἔρχεσθαι ἐπὶ τοὺς ἀμύμονας Αἰθιοπῆας, θεοὺς δ' ἅμα πάντας ἕπεσθαι, δωδεκάτῃ δὲ αὖθις ἔρχεσθαι εἰς Ὄλυμπον, τινὲς μὲν ἱστορικῶς θεραπεύουσι λέγοντες, ὅτι ἐν Διοσπόλει μέγιστόν ἐστι Διὸς ἱερόν, ἀφ' οὗ λαβόντες Αἰθίοπες Διὸς ξόανον καὶ ἄλλων δαιμόνων σὺν αὐτῷ κατά τινα καιρὸν τεταγμένον περινοστοῦσι τὰ κατὰ τὴν Λιβύην καὶ πανηγυρίζουσι πολυτελῶς ἐπὶ δώδεκα ἡμέρας, ἐπεὶ καὶ τοσοῦτοι παρ' αὐτοῖς οἱ θεοί. τοῦτο γοῦν, φασίν, εἰδὼς ὁ ποιητής, οἷα καὶ τοιούτων ἐθῶν ἔμπειρος, ὅνγε καὶ Αἰγύπτιον γενεαλογοῦσί τινες, πλάττει ἐνταῦθα δωδεκαήμερον ἀποδημίαν Διὸς ἐξ ἱστορικῆς