Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.197
Not analysed yet
ἀφορμῆς καὶ νῦν εἰς τὸ πλάσμα ἐλθών. Ἕτεροι δὲ ἀλληγορίαν τινὰ καὶ εἰς τοῦτό φασι λέγοντες Δία μὲν τὸν ἥλιον, Ὠκεανὸν δέ, ὡς ὁ Γεωγράφος φησί, τὸν καθ' ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένον, ἤγουν τὰ νότια τῆς οἰκουμένης τὰ πρὸς τοῖς Αἰθίοψιν, ὅπου κατὰ τὸν χειμέριον καιρὸν ὁ τοιοῦτος ἄπεισι Ζεύς «ἐπὶ κυανέων ἀνδρῶν δῆμον» κατὰ τὴν ποίησιν ἤτοι ἐπὶ Αἰθιοπίαν. ἐπεὶ δὲ καὶ ὁ τῶν πραγμάτων τούτων καιρὸς καὶ ὁ λοιμὸς μετὰ χειμῶνα γενέσθαι φαίνεται, εἰκότως ἂν χθιζός που καὶ πρῴην ὁ τῆς ἀλληγορίας ταύτης Ζεὺς Αἰθιοπικώτερος ὢν μετά τινας οὐ πολλὰς ἡμέρας εἰς τὸ Ἑλλαδικὸν κλίμα τελέως ἀποκαταστήσεσθαι λέγοιτ' ἂν συντελέσων τι πρὸς βοήθειαν τῷ Ἀχιλλεῖ. καὶ ταῦτα μὲν τοιαῦτα. ἐν οἷς σημείωσαι ὡς καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Ζεύς· ὁ δ' αὐτὸς καὶ εἰς οὐρανόν, ὡς καὶ ἐν Ἀράτῳ δηλοῦται καὶ ἐν Ἡροδότῳ δὲ εἰπόντι, ὅτι τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλοῦσιν οἱ Πέρσαι, ὥστε πολλὰ τῇ λέξει παρυφίσταται σημαινόμενα. ἔστι γὰρ Ζεὺς ἱστορούμενος, μυθευόμενος, ἀλληγορούμενος· τοῦτο δὲ εἰς νοῦν, εἴτ' οὖν ψυχὴν τοῦ παντός· εἰς ἀέρα, εἰς αἰθέρα, εἰς ἥλιον, εἰς οὐρανόν. καὶ οὕτω μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς ἐπίτηδες ἄλλως οἰκονομεῖ ἀποδημεῖν τὸν Δία, ὡς ἂν ἐν τῷ μέσῳ καὶ οἱ Ἕλληνες ἀπὸ τοῦ λοιμοῦ ἑαυτοὺς ἀναλάβωσι καὶ ὁ Ἀχιλλεὺς παρ' ἑαυτῷ ταλαντεύσας τὰ καθ' ἑαυτὸν ἢ ἐπιμείνῃ τῇ μήνιδι ἢ ῥοπήν τινα σχοίη πρὸς καταλλαγήν· ἔτι δέ, ὃ καὶ μάλιστα πρὸς τὸ πιθανὸν συμβάλλεται, ἵνα καὶ οἱ Τρῶες μαθόντες, ὡς εἰκός, τὰ τῆς μήνιδος θαρσήσωσι τὴν μάχην καὶ οὕτω τέλος ἕξει ὁ σκοπὸς τοῦ Ὁμηρικοῦ Διός. ἐκ πρώτης γὰρ ἢ δευτέρας ἡμέρας καί τινων ὀλίγων τῶν ἐφεξῆς οὐκ ἦν εἰκὸς πληροφορίαν τοῖς Τρωσὶν ἐντελῆ γενέσθαι τῆς τοῦ Ἀχιλλέως μήνιδος, ἀλλ' ἦν ἂν ἡ εἰς τὴν μάχην αὐτοῖς τόλμα ἀπίθανος. Περὶ δὲ Αἰθιόπων καὶ ὅτι κατὰ παραγωγὴν Αἰθιοπῆες λέγονται καὶ ἐν Ὀδυσσείᾳ ἐδηλώθη. [Πολλὰ δὲ καὶ ἄλλα ὅμοια· ἐν οἷς καὶ ἡγεμονεύς καὶ ἡνιοχεύς καὶ ὁ ἐκ τοῦ Ἀλκαῖος Ἀλκεύς, ὅθεν Ἀλκείδης Ἡρακλῆς, καὶ ὁ ἐκ τοῦ παρὰ Πινδάρῳ διάβολος κοινῶς διαβολεύς.] Ἀμύμονας δὲ αὐτοὺς λέγει, οὐχ' ὅτι πάντες ἀγαθοὶ ἀλλ' ὅτι τινές· πολλοὶ γὰρ ἀπ' αὐτῶν ἀνθρωποφαγοῦσιν. ἕτεροι δὲ τοὺς μακροβίους Αἰθίοπας ἀμύμονας λέγεσθαι νοοῦσι, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. ἄλλοι δὲ γράφουσι «μετὰ Μέμνονας Αἰθιοπῆας» λέγοντες Αἰθίοπάς τινας εἶναι οὕτω καλουμένους ἀπὸ Μέμνονος υἱοῦ Τιθωνοῦ καὶ Ἡμέρας. [Ὁ δὲ Ὠκεανὸς σεσημείωται συστέλλων τὸ α. τὰ γὰρ διὰ τοῦ ανος ὀξύτονα ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ α χωρὶς τῶν παρὰ τοῖς ὕστερον, οἳ τὴν παραλήγουσαν τοῦ