Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.199
Not analysed yet
εἴποι ἂν καιρίως τὸ «καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω». καὶ ὅρα ὅτι νῦν μὲν τὸ πείσεσθαι σαφῶς ἔχει· ὅτε δὲ Ἀχιλλεὺς θυμομαχῶν εἶπεν· «ἅ τινα οὐ πείσεσθαι ὀΐω», ἀσαφῶς εἶχεν ὁ λόγος. ἢ γὰρ εἰς ἃ οὐ πείσεσθαι οἴομαί τινα ἢ εἰς ἃ ἐγὼ οὐ πεισθήσομαι, ὃ καὶ κάλλιον. ἔφη γὰρ κατωτέρω ἐκεῖ· «οὐ γὰρ ἔγω γέ τί σοι πείσεσθαι ὀΐω». Τὸ δέ «καί μιν» προτεθὲν ἐν τῷ «καί μιν γουνάσομαι καί μιν πείσω» σχῆμα καλὸν ποιεῖ τὸ κατ' ἐπαναφοράν. (v. 429) Ὅτι συνήθη Ἀττικὴν ἔλλειψιν ἔχει τὸ «χωόμενον κατὰ θυμὸν εὐζώνοιο γυναικός». τὸ γὰρ πλῆρες· χωόμενον ὑπὲρ γυναικὸς ἢ ἕνεκεν γυναικός. Ἰστέον δὲ ὅτι τοῦ κατὰ θυμὸν χώεσθαι ἤγουν συγχέεσθαι τὸν Ἀχιλλέα τέλος τὸ μηνίειν Ἀχαιοῖσι, πολέμου δ' ἀποπαύεσθαι πάμπαν, ὃ παρῄνεσεν ἡ μήτηρ Θέτις τῷ φίλῳ υἱῷ προαναφωνητικῶς καὶ αὐτὸ ὑπὸ τοῦ ποιητοῦ τεθέν. Εὔζωνον δὲ γυναῖκα τὴν Βρισηΐδα λέγει ἀντὶ τοῦ εὐκόσμητον, ἀπὸ μέρους τινὸς τοῦ γυναικείου κόσμου, τῆς ζώνης δηλαδή. ὡς καὶ εἴ τις εἴπῃ ἄνδρα μιτροχίτωνα καθ' ὁμοιότητα τοῦ «ἀμιτροχίτωνας ἑταίρους». ὡς γὰρ ἀνὴρ ὁπλίζεταί ποτε μερικῶς μίτρᾳ, οὕτω καὶ γυνὴ κατὰ τῶν ἐραστῶν ὁποῖά τι ὅπλον τὸ ἑαυτῆς εὔζωνον προβάλλεται. οἱ μέντοι μεθ' Ὅμηρον εὔζωνον ὁδίτην λέγοντες ἢ τοιοῦτόν τι ἐπὶ ἀσκεύου καὶ εὐσταλοῦς τὴν λέξιν τιθέασιν. Ὅρα δὲ ὅτι γυναῖκα οὐ μὴν κόρην ἐνταῦθα τὴν Βρισηΐδα εἶπεν, ὡς ἀλλαχοῦ. Ὅτι κρίνει καὶ ὁ ποιητὴς ἠδικῆσθαι τὸν Ἀχιλλέα λέγων βίῃ ἀέκοντος ἀφαιρεθῆναι τὴν Βρισηΐδα. πάντως δὲ τὸ βίᾳ οὐ δίκαιον. (v. 430) Ἀέκουσα δὲ καὶ ἐκείνη κατὰ τὸν ποιητὴν ἐπορεύθη. Τὸ δὲ ἀέκοντος ἑρμηνεία ἐστὶ τοῦ βίῃ, ὅπερ λέξις ἐστὶν ὁμώνυμος καὶ διὰ τοῦτο ἔχει τι ἀσαφείας, εἰ μὴ ἑρμηνεύοιτο. λέγεται γάρ ποτε βία καὶ ἡ κατὰ ῥώμην δύναμις. (v. 432) Ὅτι ὥσπερ οἶκος μὲν καὶ δόμος τὸ ὅλον λέγεται, μέρος δὲ αὐτῶν ἡ ἑστία, ἥτις καὶ ἱστία ὀνομάζεται, καὶ πάλιν ὅλον μέν τι ὁ ναός, μέρος δὲ αὐτοῦ ὁ βωμός, οὕτω καὶ ὅλον μὲν ὁ λιμήν, μέρος δὲ ὁ ῥηθησόμενος ὅρμος· αὐτὸ δὴ τὸ πρὸς τῇ γῇ, ἔνθα καὶ ὁρμεῖ ἡ ναῦς καὶ ὑπὸ τῶν ναυτῶν ὁρμίζεται. καὶ εἰς μὲν τὸν λιμένα πλησίστιοι καταβαίνουσιν οἱ πλέοντες, εἰς δὲ τὸν ὅρμον ἐρετμοῖς καθιστῶσι τὴν νῆα. διὸ ὁ μὲν ὁρμισθεὶς ἐνελιμενίσθη, οὐ μὴν ὁ ἐν λιμένι ἐξ ἀνάγκης καὶ ὥρμισται, εἰ μὴ καὶ πρὸς τῇ γῇ γένηται. ἐὰν δὲ βωμὸς ὁ ὅλος λεχθῇ που ναὸς ἢ ἑστία ὁ σύμπας οἶκος, ἀπὸ μέρους ἐλέχθη τὸ πᾶν ὁμοίως καὶ ἐὰν τὸν πάντα λιμένα ὅρμον τις εἴποι· ὁ γὰρ λιμὴν ὅρμων περιεκτικός. διὸ ἡ καθωμιλημένη γλῶσσα ὁρμισίας τὰς τοῦ λιμένος προσγείους λέγει κατατομὰς καὶ καταγωγάς. ὅτι δὲ ὅρμος