Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.200
Not analysed yet
κυρίως ἐστὶ τὸ τοῦ λιμένος πρὸς τῇ γῇ πέρας, δηλοῦται σαφῶς καὶ ἐν τῷ «λιμένα Ναύπλιον ἐκπληρῶν πλάτῃ ὁρμεῖ», ὡς μὴ ἂν ἄλλως ἐξὸν ὂν ὁρμισθῆναι νῆα τοιαύτην, εἰ μὴ κώπαις ἐκπληρώσασα τὸν ὅλον λιμένα πρὸς τῇ γῇ γένηται. [δηλοῖ δὲ φανερῶς τὴν ἐν τούτοις διαφορὰν καὶ τὸ «λιμὴν εὔορμος».] Δῆλον δὲ καὶ ὅτι ἀρετὴ λιμένος τὸ πολυβενθὲς ἤγουν ἀγχιβαθές, ὡς ἂν ἔχοι τὰς τῶν ἀνέμων στέγειν ἐμβολὰς καὶ μὴ τὰς νῆας λύειν προσαρασσομένας ταῖς ἀκταῖς. εἰ δέ τις λιμὴν μὴ τοιοῦτος εἶναι τετυχηκὼς ἄπιστός ποτε τοῖς ἐλλιμενισθεῖσιν ἀποβαίη, ἀστείως ἂν παραγραμματισθεὶς πολυπενθὴς ἀντὶ πολυβενθέος κληθήσεται. Ἰστέον δὲ [ὅτι τε ἐκ τοῦ ῥηθέντος ὅρμου ἔξορμος λέγεται ἐν τῷ ἀναπλεῦσαι ὁ ἔξω τούτου γεγονώς· καὶ ὅτι καὶ κόσμος περιτραχήλιός τις ὅρμος ποτὲ καλεῖται ὁ καὶ ὁρμίσκος καθ' ὑποκορισμόν. (v. 432—7) Ἐνταῦθα δ' ἰστέον καὶ] ὅτι ἔργον διασκευῆς τὸ ἐν τοῖς πράγμασι τὸν τρόπον λεπτολογεῖν, καθ' ὃν αὐτὰ γίνονται, κἂν μὴ πάνυ ἀναγκαῖον εἴη ἔστιν ὅτε τὸ τοιοῦτον τῷ ἀκροατῇ. καὶ πλεονάζει ὁ ποιητὴς τούτῳ τῷ σχήματι γυμνάζων τὸν ἀκροατήν, ὅπως ἔστι καὶ ἐν τοῖς εὐτελέσιν εὐπορεῖν τοῦ γράφειν. τίθησιν οὖν καὶ ἐνταῦθα διασκευήν, ἐν οἷς λέγει, τοὺς Ἕλληνας εἰς Χρύσην ἀπελθόντας τοιαῦτά τινα, ὡς εἰκός, ποιεῖν· «οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ, ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς. ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσια ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης» καὶ ἑξῆς. καὶ σημείωσαι ὅτι τὸν μὲν τῆς προδιειλημμένης νηὸς ἀνάπλουν τὸν ἐκ Τροίας καὶ τὸν ἐκεῖ αὖθις κατάπλουν οὐ διεσκεύασεν ὁ ποιητὴς ὡς ἀγωνιῶν καὶ σπεύδων εἰς ἔργα καὶ οὐδὲ σκυθρωποῖς πράγμασι παραμῖξαι θέλων πανηγυρικοῦ σχήματος ἱλαρότητα. τὴν δὲ εἰς Χρύσην αὐτῆς καταγωγὴν καὶ τὰ τῆς θυσίας ὡς πανηγυρικὰ τῷ συγγενεῖ φιλοτιμεῖται σχήματι, τῇ διασκευῇ, οὐ στενολεσχήσας, ἀλλὰ κατακόρως ἐπιστοιβάσας διασκευάς. τὸν δὲ τοιοῦτον πλοῦν μετρῶν ὁ Γεωγράφος φησίν, ὅτι ἀπὸ τῆς Κιλίκων Χρύσης ἐπὶ τὸν ναύσταθμον ἑπτακόσιά που στάδια πλοῦς ἡμερήσιος, ὅσον φαίνεται πλεύσας ὁ Ὀδυσσεύς. (v. 433) Ἰστέον δὲ ὅτι ἱστία μέν εἰσι τὰ ἐπὶ τοῦ κέρως λίνα, οἷς ὅσα καὶ πτεροῖς ἡ ναῦς τὸν δρόμον ταχύνει. Στείλασθαι δὲ παρὰ μὲν τοῖς ὕστερον καὶ ἐπὶ πορείας τίθεται. στέλλεται γοῦν τις ὁδόν τινα. ἐνταῦθα δὲ τὸ «στείλαντο ἱστία» ἀντὶ τοῦ συνέστειλαν εἴρηται. [Σημαίνει δέ ποτε καί τινα κοσμιότητα τὸ στέλλειν, ὡς δηλοῖ ὁ στολμός καὶ ὁ εὐσταλής. ἀπὸ δὲ τοῦ Ὁμηρικοῦ στέλλειν καὶ περιστέλλειν