Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.202.1
Not analysed yet
διασκευάσει, ὅτι κνημῖδας μὲν πρῶτα περὶ κνήμαις ἔθηκε καὶ τὰ ἑξῆς. ὅλως γὰρ χαίρει διασκευαῖς ὡς περιφραζούσαις τὸ πρᾶγμα καὶ πλατυνούσαις, ναὶ μὴν καὶ γλυκαζούσαις τῇ ἀφελείᾳ, ἐχούσαις δὲ καὶ διδασκαλίαν πραγμάτων καὶ λόγου σαφήνειαν τῇ κατὰ φύσιν τῶν πραγμάτων διεξόδῳ καὶ τάξει, ὡς πολλαχοῦ δειχθήσεται. (v. 436—9) Ὅτι δέ ποτε καὶ κάλλους ἐκφανοῦς χρεία ταῖς διασκευαῖς, δηλοῦν ἐντεῦθεν· ἄρχεται ὁ ποιητὴς κεφαλαιώσας τέσσαρα ἔπη διὰ τῆς ἐκ προθέσεως κατὰ σχῆμα εὐειδὲς ἐπαναφορικὸν καὶ εἰπών· «ἐκ δ' εὐνὰς ἔβαλον, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον, ἐκ δ' ἑκατόμβην βῆσαν, ἐκ δὲ Χρυσηῒς νηὸς βῆ». ὡς δὲ τὰς ῥηθείσας εὐνὰς εὐναίας που Εὐριπίδης φησίν, οἶδεν ὁ περιτυχών. (v. 440 s.) Ὅτι τὸ «τὴν μὲν Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶν ἐτίθει» ἁπλῶς εἶπεν ἀντὶ τοῦ ἐδίδου ἢ παρετίθει, ἄλλως γὰρ ἐνταῦθα οὐ πάνυ κυριολεκτεῖται τὸ τιθέναι. (v. 442—5) [Ὅτι Ὀδυσσεὺς ἀποδοὺς τῷ Χρύσῃ τὴν θυγατέρα ἐν τῷ ἀγαγεῖν ἐπὶ βωμόν, ἵνα οὕτως ἐμφήνῃ μὴ τῷ Χρύσῃ ἀλλὰ τῷ Φοίβῳ τὴν χάριν γενέσθαι, εἶτα χρᾶται καὶ διηγήσει ἁπλῇ αὐτὸ διεξελθὼν ψιλὸν τὸ πρᾶγμα ἐν στενῷ. «ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων», ὡς ναύαρχον δηλαδή, «παῖδά τέ σοι ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ' ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν». Ὅτι δὲ τοῦ «ἄναξ ἀνδρῶν» πολὺ ἐνδοξότερον τὸ εὐρυκρείων, οὐκ ἄδηλόν ἐστιν.] (v. 446) Ἐνταῦθα δὲ ἔδει μὲν εἰπεῖν τι τὸν Χρύσην αὐτίκα, ὅτε ἀπέλαβε σταλεῖσαν τὴν θυγατέρα. ὁ δὲ ποιητὴς δεξιώτατα σιγῶντα ποιεῖ αὐτόν, ὡς καὶ πρὸ μικροῦ τοὺς κήρυκας, καθὰ καὶ προείρηται. οὔτε γὰρ ἐπαινεῖν ὁ γέρων ἔχει τοὺς ἀποδιδόντας μεμνημένος, ὅσα ἠπείληται, καὶ εἰδὼς οὐχ' ἑκουσίαν τὴν ἀπόδοσιν, καὶ οὐδὲ ψέγειν καλὸν ἔγνωκε τοὺς δωρησαμένους. παροξυντικόν τε γὰρ τοῦτο καὶ οὐδὲ πρέπον εὐεργετουμένῳ ἀνδρί. τάχα δὲ καὶ ἡ πολλὴ χαρὰ παραιρεῖται τοὺς λόγους τῷ γέροντι. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπών· «ὃ δ' ἐδέξατο χαίρων». ἄλλως τε κατὰ τοὺς παλαιοὺς οὐδὲ τοσαύτην ἔχει κίνησιν τὰ ἡδέα, ὅσην τὰ λυπηρά. διὸ τὴν μὲν ἐπὶ τῇ θυγατρὶ λύπην ἔχων καὶ ὡδοιπόρησε καὶ ἐλάλησε, χαρᾶς δὲ οὐδὲν ποιεῖ ἐπίσημον, ἀλλ' ἢ μόνον εὔχεται ἀγαθὰ τοῖς Ἕλλησιν ὕστερον, εἰς ὃ προεκλήθη ὑπὸ τοῦ Ὀδυσσέως. ὅτε καὶ λαλεῖ πρὸς ὃν ἐχρῆν, ἤγουν πρὸς τὸν Φοῖβον, οὗ χάριν ἔλαβε τὸ θυγάτριον, ὃ ἐπὶ βωμὸν ἄγων Ὀδυσσεὺς ἐν χερσὶν αὐτῷ ἔθετο. Ὅρα δὲ πεισμονῆς ἀκαίρου βασιλικῆς ἀποτέλεσμα, ὡς καὶ προεγράφη. ὁ γὰρ ἀπερείσια μὴ λαβὼν δῶρα ἀπριάτην τε ἀπέδωκε τὴν αἰχμάλωτον καὶ ἑκατόμβην προσαποδέδωκεν. (v. 446 s.) Ὅτι ὁ τιμηθεὶς μέν τινι βαθμῷ στάσεως, ὀλεθρίως μέντοι γε ἢ ἄλλως ἐπιζημίως, εἴποι ἂν εὐκαίρως, ὅτι ὡς ἐν ἑκατόμβης μοίρᾳ ἐγένετο. κἀκεῖ γάρ ἐστι μὲν κατὰ τὸν ποιητὴν τὸ τῆς στάσεως ἐφεξῆς κατὰ τὸν βωμόν. «ἑξείης γάρ», φησίν, «ἔστησαν περὶ βωμόν». τῶν δὲ ἑστώτων οὐδὲν περισῴζεται· σφάττονται γάρ. (v. 448) [Ἐΰδμητος δὲ νῦν ὁ εὐδόμητος, ᾧ ἴσον ἐν ἄλλοις ὁ ἐϋκτίμενος, οὗ θηλυκὸν ἡ ἐϋκτιμένη.] (v. 449) Ὅτι καὶ θύοντες χερνίπτονται οἱ παλαιοί ὡς