Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.203
Not analysed yet
ἐνταῦθα καὶ εὐχόμενοι δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. δεῖ γὰρ καθαροὺς τῶν θείων γίνεσθαι. φησὶ γάρ· «χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας προβάλοντο» ἤγουν προέθεντο, προέρριψαν. εἰσὶ δὲ οὐλοχύται, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, τὰ προθύματα. οὐλοχύτας γὰρ πρὸ τῆς θυσίας μετεχειρίζοντο καί, ὡς ὁ ποιητής φησι, προεβάλοντο. εἰ δὲ χρὴ καὶ πλατύτερον εἰπεῖν διὰ τὸ σαφέστερον, οἱ οὐλοχύται οὐλαὶ ἦσαν τουτέστι κριθαὶ μετὰ ἁλῶν, ἃς ἐπέχεον τοῖς βωμοῖς πρὸ τῆς ἱερουργίας. ἐποίουν δὲ τοῦτο ἢ πολυπλήθειαν καρπῶν οἰωνιζόμενοι, ὧν ἀπαρχαὶ οἷον αἱ οὐλαὶ αὗται προσήγοντο, ἢ ἄλλως διὰ τὸ πρὸς θεοὺς εὐχάριστον ὑπὲρ τῆς εἰς τὸ ζῆν εὐεργεσίας, ἐπεὶ τοῦ βαλανηφαγεῖν καὶ τῆς τῶν δρυκάρπων ἀπαλλαγέντες τροφῆς εἰς ἥμερον βίον τὸν ἐκ τῶν σπορίμων μετέπεσον. διὰ τοῦτο γὰρ καὶ κριθὰς προεβάλοντο, σπέρμα ἥμερον, ἃς πρώτας κρατεῖ λόγος εἰς χρῆσιν ἐλθεῖν τοῖς πάλαι ποτὲ ἀπαλλαγεῖσι τοῦ βαλανηφαγεῖν. διὸ καὶ κριθαί, φασίν, ἐκλήθησαν, διότι αὐτῶν εὑρεθεισῶν διεκρίθησαν τῶν ἀλόγων ζῴων οἱ ἄνθρωποι. ἐντεῦθεν δὲ καὶ ὁ κρίβανος οἱονεὶ κριθῆς βαῦνος. καλοῦσι δὲ βαῦνον μέχρι καὶ ἐσάρτι Πελοποννήσιοι τὸν τοῦ πυρὸς τόπον, ὃν καὶ παριστίαν λέγομεν ἰδιωτικῶς. ἐκεῖθεν δὲ καὶ οἱ παρὰ τῷ Κωμικῷ κριβανωτοί, ἄρτοι δηλαδὴ ὀπτηθέντες κριβάνῳ, ὃν καὶ κλίβανον διὰ τοῦ λ φασιν, ὁμοίως τῷ κεφαλαργία, κεφαλαλγία. εἰς εὐχάριστον οὖν μνήμην τῆς παλαιᾶς βρώσεως αἱ οὐλαὶ προεβάλλοντο, αἵτινες τὴν ἀρχὴν ὅλαι ἤτοι σῶαι ἠσθίοντο πρὶν ἢ γενέσθαι τὰ τοῦ ἀλετοῦ. διὸ καὶ οὐλαὶ λέγονται κατὰ πρόσληψιν τοῦ υ ὁλαὶ ἄλλως ὀφείλουσαι λέγεσθαι. ὅθεν καί, ὁπηνίκα μὴ παρῆσαν οὐλαὶ τουτέστι κριθαί, ἀντὶ κριθῶν δρυὸς φύλλα προεβάλλοντο ἀνατρέχοντες καὶ οὕτω πρὸς παλαιτάτην μνήμην διαίτης καὶ ἀναμιμνῃσκόμενοι τῆς ἐκ τῶν δρυκάρπων παλαιφάτου τροφῆς, ὡς καὶ ἐν Ὀδυσσείᾳ οἱ τοῦ Διὸς ἑταῖροι μὴ ἔχοντες κρῖ λευκὸν φύλλα δρεψάμενοι τέρενα δρυὸς ηὔχοντο. οἱ δ' αὐτοὶ καὶ οἶνον λείβειν μὴ ἔχοντες ὕδωρ ἔσπενδον εὐπόριστα ταῦτα σπονδήν τε καὶ οἷον οὐλοχύτας ἐξευρηκότες. καὶ αὕτη μὲν αἰτία τῆς τῶν κριθῶν παραλήψεως ἐν τοῖς οὐλοχύταις. ἅλας δὲ ταῖς οὐλαῖς ἀνεμίγνυον οὐ μόνον διὰ γονιμότητα καὶ τὸ ἐν τροφαῖς νόστιμον, ἀλλὰ καὶ διότι φιλίας οἱ ἅλες σύμβολον. διὸ καὶ τοῖς ἐπιξενουμένοις