Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.205
Not analysed yet
εὔχετο χεῖρας ἀνασχών» ἢ ἐξάκουστον εἶναι δηλοῖ τὴν εὐχὴν ἐκπεφωνημένην εἰς ἐπήκοον ἢ λέγει ὅτι μεγάλα τινὰ πρὸς θάρρος εὔξατο.] (v. 451) Ὅτι ταὐτολογεῖ τὰ τοῦ Χρύσου ἐνταῦθα ὁ ποιητὴς ἐν δυσὶ στίχοις εἰπὼν καὶ νῦν τὸ «κλῦθί μευ, ἀργυρότοξε» καὶ ἑξῆς, παραδηλῶν ὡς καὶ ἐν ἄλλοις, ὅτιπερ οὐ δεῖ τὰ ἤδη εὖ γραφέντα, ἐν οἷς οὐ δέον, παρακινεῖν. (v. 456) Ἐνταῦθα δὲ σημείωσαι καὶ τὴν τοῦ Χρύσου εὐχὴν πάνυ ἀπεστενωμένην· ἑνὶ γὰρ στίχῳ σφίγγεται τῷ «ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον». καὶ οὐκέτι τὰ καλὰ ἐκεῖνα εὔχεται, ἃ παρὰ τῷ Ἑλληνικῷ ναυστάθμῳ δακνόμενος ἔτι τὴν ψυχήν, ἐφ' οἷς ἔπαθε. διὸ καὶ τὸ «νῦν» προσέθετο τῇ εὐχῇ μονονουχὶ λέγων, ὡς οὐκέτι εὔχομαι αὐτοὺς εὖ οἴκαδ' ἱκέσθαι· ἀγαπητὸν γάρ, εἰ καὶ τοῦ νῦν ἀπαλλαγεῖεν κακοῦ. Ὅρα δὲ καὶ ὅπως ἄνετος ὁ ἱερεὺς τὰ οἰκεῖα νέμεται μηδὲν πρὸς τῶν πολεμίων Ἀχαιῶν βλαπτόμενος. (v. 454) Ἐν τούτοις δὲ κεῖται καὶ χρῆσις τοῦ ἰψάμην μέσου ἀορίστου ἀντὶ τοῦ ἔβλαψα. φησὶ γάρ· «μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν». [ὅθεν καὶ ἴψα καὶ πλεονασμῷ τοῦ δ δίψα, ὡς βλαπτική, καὶ πολυδίψιον κατά τινας Ἄργος, τὸ πολυβλαβές, εἰ καὶ ἕτεροι τὸ πολυπόθητόν φασιν.] (v. 458—67) Ὅτι ἔννοια διασκευῆς καὶ ἐνταῦθα ἐν τῷ «αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τ' ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον λεῖβε. νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχν' ἐπάσαντο, μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἄμφ' ὀβελοῖσιν ἔπειρον, ὤπτησάν τε περιφραδέως». διασκευάζει δὲ τὸν τρόπον τῆς θυσίας λέγων, ὅπως ἐγίνετο. ἃ δὲ ἐν τούτοις λεχθῆναι χρή, εὐθὺς εἰρήσεται· (v. 459) Ὧν πρῶτον, ὡς ἔθος Ἑλληνικόν, εἰ μὲν τοῖς ἄνω ἔθυον, ἀνακλᾶν τὸν τοῦ ἱερείου τράχηλον, ὥστε ἀφορᾶν ὡς εἰς οὐρανόν. καὶ ἐλέγετο τοῦτο αὖ ἐρύειν ἐν παραθέσει δύο λέξεων ἢ αὐερύειν ἐν συνθέσει κατὰ ὑφέν, τουτέστιν ὀπίσω ἕλκειν καὶ ἀναφέρειν ἐν τῷ ἀνακλᾶν· [ὃ δὴ ἑρμηνεύειν δοκεῖ Σοφοκλῆς ἐν τῷ «ἄνω τρέπων ἔσφαζεν».] ἐὰν μέντοι ἥρωσιν ἢ ὅλως τοῖς κατοιχομένοις ἔθυον, κάτω τὸ ἱερεῖον ἀποβλέπον ἐσφάζετο. Τοῦ δὲ σφάζειν πρωτότυπον τὸ φῶ φάζω [καὶ πλεονασμῷ τοῦ σῖγμα σφάζω κατὰ τὸ μικρόν σμικρόν καὶ μέρδω σμέρδω καὶ μῶ σμῶ, ὅθεν τὸ σμήχω.] Ἐξ αὐτοῦ δὲ ἡ διασφάξ ἐπὶ σχίσματος εἴτε πετραίου εἴτε καὶ τοῦ κατὰ σῶμα, ὁποία καὶ ἡ τῆς ῥίνης παρὰ τῷ Ὀππιανῷ καὶ ἡ τοῦ κατὰ τοὺς κωμικοὺς