Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.204
Not analysed yet
παρετίθεντο πρὸ τῶν ἄλλων βρωμάτων ἢ διὰ τὸ τῆς φιλίας νόστιμον καὶ παράμονον· παραμονῆς γὰρ αἴτιος πολλοῖς τῶν σωμάτων καὶ ὁ ἅλς· ἢ καὶ εἰς σύμβολον τῆς κατὰ φιλίαν ἑνώσεως. ὡς γὰρ ἃλς ἐξ ὑδατίων πολλῶν ῥυτῶν καὶ χυτῶν παγεὶς ἔν τι στερεὸν γέγονε σῶμα, οὕτω καὶ οἱ συνελθόντες εἰς ξενίαν ἐκ διεστώτων εἰς ἓν τῷ τε τόπῳ καὶ τῇ φιλικῇ διαθέσει συνήχθησαν. οἶνος δὲ εἰ καὶ μὴ τοῖς οὐλοχύταις συμπαρελαμβάνετο, ἀλλ' οὖν ἐν ταῖς σπονδαῖς χρήσιμος ἦν μετὰ τοὺς οὐλοχύτας, διότι καὶ ἡ τούτου εὕρεσις, ὥσπερ καὶ ἡ τῶν κριθῶν, πολιτικοῦ βίου καὶ ἡμέρου ἐστὶ καταρχή· ὀψὲ γάρ ποτε εὕρηται. Ἰστέον δὲ ὅτι τοῦ ποιητοῦ οὐλοχύτας εἰπόντος τινὲς τῶν ὕστερον, ὧν ἐστι καὶ ὁ Ῥωμαῖος Δίων, οὐ συνθέτως οὐλοχύτας, οὐλὰς δὲ μόνον φασίν. ἔστι δὲ καὶ ἄλλως συντομώτατα φράσαι περί τε οὐλοχυτῶν καὶ τῆς δι' οἴνου σπονδῆς, ὅτι διττῆς οὔσης ἐν ἡμῖν τροφῆς τῆς ἀναγκαιοτάτης, ξηρᾶς τε, ἥτις ἐν σπέρμασι θεωρεῖται καὶ ἄλλοις καρποῖς, ἔτι δὲ καὶ τῆς ὑγρᾶς τῆς θεωρουμένης πρώτως μὲν ἐν ὕδατι, δευτέρως δὲ καὶ ἐν οἴνῳ, ἀπαρχὰς οἱονεὶ τῆς ὅλης ζῳογόνου τροφῆς εὐχαρίστως οἱ παλαιοὶ τούς τε οὐλοχύτας ἐν ταῖς θυσίαις προεβάλλοντο ἀπὸ ξηρᾶς τινος τροφῆς, ἀλλὰ μὴν καὶ τὰς σπονδὰς ἐν ἄλλοτε ἄλλῳ ὑγρῷ γινομένας πρὸς τοὺς καιρούς. μετὰ δὲ τοὺς οὐλοχύτας αἱ θυσίαι καὶ ἡ ἐν αὐταῖς κρεωφαγία, διότι καὶ μετὰ τὴν τῶν ἀναγκαίων τροφῶν εὕρεσιν ἡ τῆς κρεωδαισίας πολυτέλεια καὶ τὸ τῆς τρυφῆς ἐπείσακτον εὕρηται. δεῖ δὲ εἰδέναι, ὅτι τινὲς παντελῶς ἑτέραν τραπόμενοι οὐ θύματα ἢ προθύματα ἢ προβολὴν θυμάτων τοὺς οὐλοχύτας φασίν, ἀλλ' αὐτὰ τὰ κανᾶ, εἴτ' οὖν τὰ ἀγγεῖα, δι' ὧν αἱ οὐλαὶ χέονται, οὐλὰς νοοῦντες ἀπὸ μέρους, καθὰ καὶ ὁ Δίων ἔφρασε, τὸ μῖγμα τὸ ἐκ κριθῆς καὶ ἁλῶν. αἱ δὲ οὐλαὶ ὀξύνονται πρὸς διαστολὴν τοῦ οὖλαι τρίχες, εἰ καὶ ἄλλως συμπίπτουσι ταῖς τραυματικαῖς οὐλαῖς. (v. 450) Ὅτι χεῖρας ἀνασχών ἀντὶ τοῦ ἀνατείνας εἰς εὐχήν. λέγεται δὲ τὸ ἀνασχεῖν καὶ ἐπὶ ἀνατολῆς· ἀνίσχειν γὰρ ὁ ἥλιος καὶ ἀνασχεῖν λέγεται. Τὸ δέ «χεῖρας ἀνασχών» ἐν ἄλλοις ἀνασχόμενος εὑρεθήσεται παθητικῶς, ὅπερ ἕτερος ποιητής «ἀναπτύξας χεῖρας» φησί. Σημείωσαι δὲ ὅτι τῷ ἀνίσχειν ἀντίκειται τὸ κατίσχειν, ὡς Ἡρόδοτος δηλοῖ λέγων· «κατίσχει σέλας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν βοῦν τὴν γεννῶσαν τὸν Ἆπιν»· καὶ ὅτι τὸ ἀνασχεῖν καὶ ἐπὶ ὑπομονῆς ποτε λέγεται. φησὶ γοῦν ὁ αὐτὸς μέγα ἢ σμικρὸν λυπηρὸν ἀνασχήσειν ἤγουν ἀνέξεσθαι. [Ἐνταῦθα δὲ τὸ «μεγάλ'