Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.207
Not analysed yet
ὁ ποιητής. Ὁ δὲ Γεωγράφος οἶδε Περσικὴν ἑτεροίαν θυσίαν γράφων οὕτω· «θύουσιν ἐν ὑψηλῷ τόπῳ Πέρσαι τὸν οὐρανὸν ἡγούμενοι Δία. τῶν δὲ ἱερείων οἱ μάγοι τὰ κρέα διελόμενοι τοῖς θεοῖς οὐδὲν ἀπένεμον λέγοντες τῆς ψυχῆς τοῦ ἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός. τοῦ δὲ ἐπίπλου μικρόν τι ἐπὶ τὸ πῦρ τιθέασιν». (v. 462) Ἰστέον δὲ ὅτι τε τὰς σχίζας εἰς ἐντελείαν διασκευῆς παρέλαβεν ἁπλῶς οὕτως ὁ ποιητὴς καὶ ὅτι τὰ μηρὰ οἱ ἀνωτέρω κείμενοι μηροὶ μετέπλασαν καὶ ὅτι, [ὡς καὶ προεφάνη,] ὁ σπλὰν Δωρικῶς ἤγουν ὁ σπλὴν παράγει τὰ σπλάγχνα κατὰ τοὺς παλαιούς. καὶ ὅτι μιστύλλειν μὲν παρὰ τῷ ποιητῇ, ὡς εἴρηται, τὸ διαιρεῖν εἰς μερίδας μικράς, παρὰ δὲ τοῖς Ἀττικοῖς μιστυλᾶσθαι κατὰ δευτέραν συζυγίαν περισπωμένης τὸ διὰ μιστύλης, ὅ ἐστι διὰ κοίλου ἄρτου, ζωμὸν ἀρύεσθαι, ἴσως δὲ καὶ τὸ ἐν μικροῖς ἀρτίσκοις, ὡς δηλοῖ τὸ «μεμιστυλημένοι ἐπ' ὀλιγίστοις ἀλφίτοις». Σημείωσαι δὲ καί, ὅτι κατὰ τοὺς παλαιοὺς τὸ μὲν μεῖστον, ὅ ἐστι τὸ σμικρότατον, διὰ διφθόγγου γράφεται ὡς ἀπὸ τοῦ μεῖον, [καθὰ καὶ ἀπὸ τοῦ πλεῖον τὸ πλεῖστον,] αὐτὸ δὲ τὸ μιστύλλειν τὸ ε τῆς διφθόγγου ἀπέβαλε. τὸ δ' αὐτό, φασί, πέπονθε καὶ τὸ μικρὸν ἀπὸ τοῦ μεῖον γενόμενον. καὶ γὰρ τὸ μὲν μεῖον διὰ διφθόγγου, τὸ δὲ μικρὸν τὴν διὰ τοῦ ι ἔχει γραφήν, ὅπου γε καὶ τὸ μεῖστον, οὐδὲν καινόν, εἰ διὰ τοῦ ι ἐγράφη, ὡς τὸ χερείων χείριστος, ἀρείων ἄριστος. (v. 466) Κἀκεῖνο δὲ ἰστέον ὅτι, ὡς πολλαχοῦ δειχθήσεται, ὀπτητοῖς, ὅ ἐστι κατὰ συγκοπὴν ὀπτοῖς, οἱ ἥρωες ὡς ἐπὶ πολὺ χρῶνται κρέασι καὶ τούτοις ἐκ τῶν προχείρων ζῴων. ἡ δὲ τρυφὴ πάνυ μακρὰν αὐτῶν ἀπεσκήνου. ἰχθυοφαγίαν δὲ καὶ θήραν ὀρνίθων ὁ λιμὸς ἀναγκάζων ἐσχεδίαζεν, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. Τὸ δὲ περιφραδέως ὀπτᾶν ταὐτόν ἐστι τῷ ἐπιστημόνως. ἐμπειρίας γάρ, φασί, χρεία τοῖς ὀπτῶσι καὶ ἐποπτείας συχνοτέρας ἤπερ τοῖς ἕψουσι. διὸ καὶ τὸ ὀπτᾶν ὡς ἀπὸ τῆς τοιαύτης ἐποπτείας εἴρηται, [καθὰ καὶ τὸ ὀπταίνω ἄχρηστον, ἀφ' οὗ τὸ ὀπτανεῖον.] Ἀττικοὶ δὲ ἀπανθρακίζειν τὸ ὀπτᾶν λέγουσιν, ὡς δηλοῖ καὶ ὁ Κωμικός. δῆλον δὲ ὅτι τοῦ περιφραδέως προϋπάρχει τὸ φραδής φραδέος ἀπὸ τοῦ φράζω, ὡς τὸ «φραδέος νόου ἔργα τέτυκται». [ὅθεν σύνθετον ὁ παρὰ Σοφοκλεῖ ἀριφραδὴς ἀνήρ καὶ ὁ πρὸς διαστολὴν αὐτοῦ βαρυνόμενος Ἀριφράδης τὸ κύριον. (v. 458) Ἰστέον δὲ ὅτι ἐν τῷ «αὐτὰρ ἐπεί ῥ' εὔξαντο» κατὰ προσπάθειαν Ὁμηρικὴν κεῖται συναλιφεὶς ὁ ῥα σύνδεσμος. πάνυ γὰρ αὐτῷ χαίρει ὁ ποιητὴς καὶ γέμει αὐτοῦ διὰ παντὸς ἡ τούτου γραφή, ὡς οἷα τῷ τοιούτῳ ῥῶ χαίροντος κατὰ τοὺς