Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.208
Not analysed yet
ἐν τῇ Βοιωτίᾳ εἰρησομένους Ἐρετριεῖς. Τὸ δέ «εὔξαντο» καὶ ὅσα τοιαῦτα, εἰσὶ μὲν Ἀττικῶς ἀναύξητα, κεκοίνωται δὲ πλέον ἤπερ τὰ μετὰ αὐξήσεως κοινά. (v. 459) Τὸ δέ «πρῶτα» πεπλήθυνται κἀνταῦθα κείμενον ἐπιρρηματικῶς ἀντὶ τοῦ πρῶτον. (v. 461) Τοῦ δέ «δίπτυχα» θέμα τὸ πτύσσω, καθὰ καὶ τοῦ πτύξ πτυχός καὶ τοῦ πολύπτυχος. πρωτότυπον δὲ τοῦ πτύσσω τὸ πτῶ, ἐξ οὗ καὶ πτήσσω τὸ κατὰ φόβον συστέλλομαι.] (v. 462) Αἶθοψ δ' οἶνος ὁ οἷον ἐπικεκαυμένος τὴν ὄψιν ἤτοι μέλας ἢ ἐρυθρός, ὁποίαν σύνθεσιν ἔχει καὶ ὁ Αἰθίοψ τὸ ἐθνικὸν διαφέρων κατὰ μόνον τὸ τρισυλλαβεῖν, ἢ καὶ ὁ θερμὸς καὶ ἐκκαίων παρὰ τὸ αἴθω. (v. 463) [Τοῦ δὲ λείβειν οἶνον καιρὸς οὐ μόνον ὁ κατὰ θυσίας ἀλλὰ καὶ ὁ κατ' ἀρχὴν ὁδοιπορίας καὶ ἀπόπλου καὶ ὕπνου καὶ ξενίας καὶ ὅσα τοιαῦτα.] Ἐν δὲ τῷ «νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσί» φασὶν οἱ παλαιοί, ὡς οἱ μὲν ἄλλοι τρισὶν ἔπειρον ὀβελοῖς, οἳ λέγοιντο ἂν τριώβολα· μόνοι δὲ οἱ Κυμαῖοι—Αἰολικὸν δὲ οὗτοι ἔθνος—πεμπωβόλοις ἐχρῶντο. ἔστι δὲ ἡ τοῦ πεμπωβόλου λέξις Αἰολική, καθὰ καὶ ἡ χρῆσις. πέμπε γὰρ οἱ Αἰολεῖς τὰ πέντε φασίν· ὅθεν καὶ πεμπάζειν κυρίως τὸ κατὰ πεντάδας ἀριθμεῖν, ἐξ οὗ ἀναπεμπάζειν μεταφορικῶς τὸ ἀναμετρεῖν καὶ ἀναλογίζεσθαι. ἔοικε δὲ τὸ παρὰ τοῖς Κυμαίοις τοῦτο πεμπώβολον δακτύλοις πτύου λικμητικοῦ ἢ ὀδοῦσι τριαίνης, οἷς ἐνεπείρετο τὸ ὀπτώμενον. Ὅρα δὲ ὅπως τὸ μὲν ἁπλοῦν ὀβελός διὰ τοῦ ε παρὰ τὸ βέλος, τὸ δὲ ἐξ αὐτοῦ σύνθετον διὰ τοῦ ο ἀπὸ τῆς βολῆς· πεμπώβολον γάρ. καὶ οὕτω μὲν τὸ πεμπώβολον λέξις Αἰολικὴ καὶ δηλοῖ ἐργαλεῖόν τι μαγειρικὸν πενταδάκτυλον καί, ὡς ἄν τις ἰδιωτευόμενος εἴπῃ, πεντάσουβλον. εἰ δέ τις εἴπῃ πεντώβολον, παρήγαγε μὲν τὴν λέξιν, ὥσπερ καὶ τὸ πεμπώβολον, οὐκέτι δὲ ἀφῆκεν αὐτὴν Αἰολικὴν εἶναι, ἀλλὰ διαλέκτου Ἀτθίδος αὐτὴν ποιεῖ. καὶ δηλοῖ τοὺς πέντε ὀβολούς, ὥσπερ τοὺς τρεῖς τὸ τριώβολον καὶ τοὺς δύο τὸ διώβολον. ἔοικε δὲ παρὰ μὲν τῷ ποιητῇ ταὐτοδύναμα εἶναι ὁ ὀβολὸς καὶ ὁ ὀβελός, σκεῦός τι μαγείρου ἐν τῷ ἄκρῳ ὀξὺ καὶ βάλλειν δυνάμενον καὶ βολὴν ὡς βέλους ποιεῖν· παρὰ μέντοι τοῖς ὕστερον μεγάλην ἔσχον διαφοράν, οἵπερ ὀβελὸν μὲν διὰ τοῦ ε τὸν αὐτὸν λέγουσι τῷ ποιητῇ, τὸν μαγειρικόν, ὀβολὸν δὲ σιδήρου τι ἔλασμα ἔλεγον σχῆμα μέν πως ἔχον ὀβελοῦ, οὐ μὴν καὶ εἰς πάντῃ ὀξὺ λῆγον. οὕτω δὲ ἁδρὸν ἦν τῇ παχύτητι ἐκεῖνο τὸ ἔλασμα τοῦ ὀβολοῦ,