Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.213
Not analysed yet
ὅ ἐστι θεραπευτική, καὶ τὸ «καί μοι θάνατος παιὰν ἔλθοι».] (v. 474) Ἰστέον δὲ καὶ ὅτι τοῦ «καλὸν ἀείδοντες Παιήονα» ἐφερμηνευτικὸν Ὅμηρος ἐπάγει εὐθὺς τὸ «μέλποντες Ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων», ἵνα ᾖ τὸ μέλπειν μὲν ταὐτὸν τῷ ἀείδειν, τὸ δὲ Ἑκάεργον ἴσον τῷ Παιήονα, τὸ δὲ τέρπετ' ἀκούων διασαφητικὸν τοῦ καλὸν ἀείδειν. πάντως γὰρ τὸ καλὸν τερπνόν ἐστι καὶ τοῦ καλὸν ἀείδειν τέλος τὸ τέρπειν ἀκοήν. Ὅτι δὲ Ἑκάεργος Ἀπόλλων ὁ ἕκαθεν εἴργων ὡς τοξότης ἢ ᾧ ἐχρησίμευσεν εἰς ἐκτροφὴν γυνὴ Ἑκαέργη ἢ ὁ ἕκαθεν ἐργαζόμενος τὰ περὶ γῆν ὡς ἥλιος, καθωμίληται τοῖς παλαιοῖς. (v. 472) [Τὸ δέ «μολπῇ ἱλάσκοντο» διαστολὴν ἔχει ἑτεροίων ἱλασμῶν, ὁποῖος προεδηλώθη καὶ ὁ δι' ἑκατόμβης καὶ ἀποδόσεως τῆς Χρυσηΐδος. ὡς δὲ ὁ φρένα τερπόμενος ἐν τῷ ἀκούειν ἤδη καὶ ἱλάσκεται, δῆλόν ἐστι. καὶ ὅτι μέλπειν γίνεται παρὰ τὸ μέλει ἕπεσθαι· καὶ ὅτι τὸ μολπῇ Ἀττικὸν ἦν, εἴπερ εὐθὺς παρέκειτο τὸ μέλπεσθαι, ἵνα ἦν μολπῇ μέλποντες. (v. 475) Ὅτι καὶ ἄλλως μὲν δῆλον ὡς φωτὸς στέρησίς ἐστι τὸ σκότος—διὸ καὶ κνέφας λέγεται ὡς κενὸν φάους—Ὅμηρος δὲ σαφέστερον δηλοῖ αὐτὸ εἰπών· «ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν». (v. 476) Ὅτι τὰ ἀπόγεια σχοινία τῆς νεὼς οὐ μόνον πείσματα λέγονται ἀλλ' ἰδοὺ καὶ πρυμνήσια. «κοιμήσαντο γάρ», φησί, «παρὰ πρυμνήσια νηός».] (v. 477) Ὅτι τὸ ἠριγένεια καὶ ῥοδοδάκτυλος ἠώς ἐπώνυμά εἰσι τῆς πρωϊνῆς ἡμερινῆς καταστάσεως. καὶ οὐκ ἔστιν ἠῶ νοῆσαι τὴν πρωΐαν σαφῶς, ἐὰν μὴ καὶ κροκόπεπλος λεχθείη ἢ ἠριγένεια ἢ ῥοδοδάκτυλος. ἐγράφη δὲ περὶ τούτου εἰς τὰ τῆς Ὀδυσσείας ἐντελῶς. ἐνταῦθα δὲ τοῦτο μόνον προσθετέον, ὅτι ῥοδοδάκτυλος ἠὼς κατὰ τοὺς παλαιοὺς διὰ τὸ πυρῶδες τοῦ ἀέρος περὶ ἀνατολὰς ἡλίου. ἀκριβέστερα δὲ τὰ ἐν τῇ Ὀδυσσείᾳ γραφέντα. (v. 478) Ὅτι ὥσπερ ἀναβαίνειν, οὕτω καὶ ἀνάγεσθαι τὸ ἐκ τοῦ λιμένος ἀναπλέειν· οὗ τὸ ἀνάπαλιν καταπλέειν τε καὶ κατάγεσθαι ὡς ἄνω γῆς κειμένου καὶ οὕτως ἀναβαινομένου τοῦ πλεομένου ὕδατος διὰ τὸ ὑψοῦ κεῖσθαι, καθὰ μετ' ὀλίγα ἐν τῷ «ὑψοῦ ἐν νοτίῳ» δηλοῖ ὁ ποιητής. [Ἰστέον δὲ ὡς τὸ «ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν» συγκροτεῖ τὸ εἶναι τὸν Ἀγαμέμνονα εὐρυκρείοντα. πάντως