Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.212
Not analysed yet
αὕτη παρὰ τῷ ποιητῇ. φησὶ γάρ. «καλὸν ἀείδοντες παιήονα». ἔστι δὲ παιήων ὕμνος τις, φασίν, εἰς Ἀπόλλωνα οὐ μόνον ἐπὶ παύσει λοιμοῦ, ὡς ἄρτι, ᾀδόμενος, ἀλλὰ καὶ ἐπὶ παύσει πολέμου, ὡς ἐν τοῖς ὕστερον φανήσεται παρ' αὐτῷ τῷ ποιητῇ· πολλάκις δὲ καὶ προσδοκωμένου τινὸς δεινοῦ ᾀδόμενος. καὶ ὁ μὲν ποιητὴς παιήονα τοῦτον καλεῖ· οἱ δὲ μετ' αὐτὸν καὶ παιῶνα, ἐξ οὗ καὶ ῥῆμα παιωνίζειν. ἔτι δὲ καὶ παιᾶνα, ἐξ οὗ καὶ οἱ παιᾶνες καὶ τὸ τούτου ῥῆμα παιανίζειν. γίνονται δὲ αἱ τοιαῦται λέξεις ἐκ τοῦ παίω, τὸ θεραπεύω, αὐτὸ δὲ ἐκ τοῦ παύω τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, ἐπεὶ ἐπὶ καταπαύσει κακοῦ τινος ὁ τοιοῦτος ὕμνος ἐξεύρηται. Ἔστι δὲ καὶ Παιήων ὄνομα ἰατροῦ τοῦ παρὰ θεοῖς, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἐτυμολογεῖται δὲ καὶ αὐτὸ ὁμοίως, ἐπεὶ θεραπευτικὸν καὶ καταπαυστικὸν κακοῦ τὸ τῶν Ἀσκληπιαδῶν φῦλον. τὸν δὲ ῥηθέντα ἰατρὸν Παιήονά τινες τὸν αὐτὸν εἶναι νομίζουσι τῷ Ἀπόλλωνι. διὸ καὶ ἐνταῦθα στίζοντες εἰς τὸ «καλὸν ἀείδοντες» ἐπάγουσι· «Παιήονα μέλποντες ἑκάεργον» ἀντὶ τοῦ ὕμνον ᾄδοντες εἰς τὸν Παιήονα Ἀπόλλωνα. οὐκ ἀρέσκει δὲ τοῦτο τοῖς ἀκριβεστέροις· ἀντιλέγεται γάρ. [Ὥσπερ δὲ παίω παιήσω ἐπὶ τοῦ τύπτω κατὰ τὸ «τοιαῖσδε σφενδόναις παιήσομεν», οὕτως ἴσως καὶ παίω παιήσω ἐπὶ θεραπείας, ἐξ οὗ ὁ Παιήων. ὅθεν κατὰ συστολὴν Παιάων, εἶτα ὥσπερ Ἀλκμάων Ἀλκμᾶν παρὰ Πινδάρῳ, οὕτω Παιάων Παιάν. ὁ δὲ Παιήων συγκοπεὶς Παιών γίνεται, ὡς τὸ «ἰὴ Παιών» καὶ «Παιῶνος εὐμενοῦς τυχών». ὅθεν καὶ παιωνία θεραπευτικὴ βοτάνη. δοκεῖ δὲ ὁ Παιὼν ἀναλογεῖν κατά τε ὀξυτόνησιν καὶ φυλακὴν τοῦ αι τῆς εὐθείας διόλου πρὸς τὸ αἰών καὶ Ληναιών καὶ τοὺς λοιποὺς Ἀττικοὺς μῆνας καὶ πρὸς διαστολὴν δὲ τοῦ Παίων Παίονος βαρυτόνου ἐθνικοῦ καὶ κυρίου ὀξύνεσθαι αὐτὸς καὶ τὸ ω τῆς ληγούσης ἐν ταῖς ἐφεξῆς πλαγίαις τηρεῖν. ὁ μέντοι παίων βαρύνεται καὶ συστέλλει τὸ ω κατὰ τὰς πλαγίας ὡς οἷά τι μετοχικόν. καθάπερ γὰρ ὁ Ἰάσων τὸ κύριον ἐκπέφευγε τῇ μετὰ τοῦ ν μόνου κλίσει τὴν μετοχικὴν σύγκρουσιν, οὕτω καὶ ὁ Παίων τὸ κύριον καὶ τὸ κατ' ἔθνος. παίων μὲν γὰρ παίοντος μετοχή, Παίων δὲ Παίονος ὄνομα, ἐξ οὗ καὶ Παιονία χώρα. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὸ «παιωνία χείρ»,