Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.215
Not analysed yet
ἀλλὰ διΐστανται ἱκανῶς, ἵνα μὴ πάνυ ἐκφανὴς ὁ τούτων ἦχος αὐτίκα γίνηται. [θέμα δὲ τοῦ πρῆσεν ἢ τὸ πρήθω ἢ τὸ περῶ συγκοπέν, ἐξ οὗ καὶ τὸ πρήσσουσα.] (v. 482) Στεῖραν δὲ τὴν τρόπιν λέγει ἀπὸ τοῦ στερρόν πλεονασμῷ τοῦ ι· ἐντεῦθεν δὲ καὶ τὸ στεῖρα βοῦς ἢ γυνή. Σημείωσαι δὲ ὅτι τὸ δειρή μέν, ὃ δηλοῖ τὸν τράχηλον, ὀξύνεται τῇ διφθόγγῳ παραληγόμενον, ἀποβολῇ δὲ τοῦ ι βαρύνεται· δέρη γὰρ βαρυτόνως φαμέν. τὸ μέντοι στείρη ἐναντίως ἔχει· δίχα μὲν γὰρ τοῦ ι λεγόμενον τάσιν ἔχει ὀξεῖαν, εἴπερ στερρὰν καὶ στερεὰν λέγομεν· μετὰ δὲ διφθόγγου βαρύνεται. Πορφύρεον δὲ κῦμα ἀντὶ τοῦ μέλαν, ὥσπερ αἷμα πορφύρεον. ἐοίκασι γάρ πως ἄμφω τὰ χρώματα, ἐπεὶ ἐγγὺς μελανίας ἐστὶ καὶ τὸ πορφυροῦν. καὶ ἐπὶ θαλάσσης δὲ τὸ πορφύρειν λέγεται, ἐξ οὗ καὶ τὸ ἐν βάθει διανοεῖσθαι καὶ οἷον κυμαίνεσθαι λογισμοῖς πορφύρειν λέγεται, οἷον «καρδίη δέ οἱ πόρφυρε». [Τὸ δέ «μεγάλα ἴαχε» ταὐτὸν ἂν ἐλάλει καὶ εἴπερ ἑνικῶς ἦν «μέγα ἴαχε». Τὸ δέ «νηὸς ἰούσης» χρήσιμον εἰς νόησιν τῆς ἐΐσης νηός.] (v. 483) Τὸ δέ «ἔθεε κατὰ κῦμα» τὸ ῥῆμά ἐστιν, ἐξ οὗ θοὴ λέγεται ναῦς. (v. 485) [Ὅτι ὕπεστι διαφορά τις τοῦ ἐρύειν καὶ τοῦ ἐρύεσθαι, εἴγε οἱ Ἀχαιοὶ νῆα μὲν ἐπ' ἠπείροιο ἔρυσαν, τὰ δὲ πρὸ βραχέων ὀπτηθέντα ἐρύσαντο πάντα, εἶτα δαίνυντο.] (v. 486) Ὅτι διττὸν τῇ νηῒ τὸ ὑψοῦ ἵστασθαι, ποτὲ μὲν ὑψοῦ ἐν νοτίῳ, καθὰ ἐν Ὀδυσσείᾳ λέγεται, ὅτε δηλονότι ἐν ὕδατι ὥρμισται, ποτὲ δὲ ὑψοῦ ἐν ψαμάθοις, ὅτε ἔξω ἑλκυσθῇ ἐπὶ ἠπείρου, ἔνθα καὶ τὰ μακρὰ ὑπ' αὐτῇ τανύονται ἕρματα. Εἰσὶ δὲ νῦν ἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶν ἐκ ξύλων ἐρείσματα, ἐφ' ὧν αἱ νῆες ἐρείδονται, ἃ δὴ κατὰ τεχνικήν τινα γλῶτταν καλοῦσιν οἱ πολλοὶ φαλάγγια. καὶ ὤφειλε μὲν ἡ λέξις ψιλοῦσθαι διὰ τὴν ἐκ τοῦ ἐρείσματος συγκοπήν, δασύνεται δὲ ἄλλως κανόνι τοιούτῳ. Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα δὲ εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται· ὅρμος, ἅρμα, ὁρμαθός. οὕτω δή, φασί, καὶ τὸ ἕρμα, πλὴν τοῦ ἄρμενον τὸ ἁρμόδιον καὶ πλὴν τοῦ Ὄρμενος, κυρίου ὀνόματος. τὸ δὲ ἁρμοῖ ἐπίρρημα, ὃ δηλοῖ τὸ νεωστί, διφορεῖται μὲν κατὰ τοὺς παλαιούς,