Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.216
Not analysed yet
ἡ δὲ πλείων χρῆσις δασύνει αὐτὸ [Συρακουσίων ὂν κατὰ τὸν Τεχνικόν. ἁρμὸς γάρ, φησίν, ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ κατὰ τὸ ἔξω ἐξοῖ καὶ ἔνδον ἐνδοῖ παρὰ Θεοκρίτῳ.] Ἰστέον δὲ ὅτι ἕρμα παρὰ τῷ ποιητῇ καὶ κόσμος γυναικεῖος ἐνώτιος. φησὶ δέ που καὶ ἕρμα ὀδυνῶν τὸ ἐνέρεισμα. οἴδαμεν δὲ καί τινα πλοίου ἔνθεσιν ἕρμα λεγομένην, ὅπερ ἡ μὴ ἔχουσα ναῦς ἀνερμάτιστος λέγεται. Ὅτι δέ, καθὰ διχῶς τῆλε καὶ τηλοῦ καὶ ἄγχι καὶ ἀγχοῦ, οὕτω καὶ ὕψι καὶ ὑψοῦ λέγεται, δῆλόν ἐστιν. (v. 485—7) [Ἐν τούτοις δὲ καὶ πλοίου καταγωγὴν εἰς λιμένα ἔφρασεν Ὅμηρος οὕτω· «νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσαν ὑψοῦ ἐπὶ ψαμάθοισιν· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσαν· αὐτοὶ δ' ἐσκίδναντο» καὶ ἑξῆς. Ὅρα δὲ ὡς, εἰ καὶ ψάμμος ἐν δυσὶ μῦ προφέρεται, ἀλλ' ἡ ψάμαθος, ὥσπερ καὶ ἡ ἄμαθος ἓν αὐτὸ ἔχει. (v. 486 s.) Τοῦ δὲ σκίδναντο πρωτότυπον τὸ σκεδῶ σκίδνημι, ὡς καὶ ἀλλαχοῦ φανεῖται, ὡς καὶ τοῦ πίλνατο τὸ πελῶ πίλνημι. τὸ δὲ σκεδῶ εὕρηται καὶ δίχα τοῦ σ καὶ ἀπ' αὐτοῦ γίνεται τὸ κίδνασθαι καὶ τὸ ἀκιδνότερον. τοῦ δὲ κεδῶ οὐ μόνον τὸ κεδάζω παράγωγον, ὡς τοῦ σκεδῶ τὸ σκεδάζω καὶ τοῦ ἰσῶ τὸ ἰσάζω, ἀλλὰ καὶ τὸ κεδαίω πρὸς ὁμοιότητα τοῦ ἰσῶ ἰσαίω παρὰ Ἀράτῳ καὶ τῶν ὁμοίων. Τὸ δὲ τάνυσαν πρὸς τὸ μακρά εἴρηται· ἄλλως δὲ ἦν εἰπεῖν ἔθεντο.] (v. 488—92) Ὅτι τῷ ἐνεργεῖ καὶ ἐντρεχεῖ οὐ φορητὸν ἡ τοῦ καλοῦ ἀργία. οὐ γὰρ ἀνέχεται ἀπρακτεῖν, ἀλλ' οἱονεὶ φθίνειν δοκεῖ, ἐπειδάν, κατὰ τὸν ποιητὴν εἰπεῖν, μάθοι μὲν ἔμμεναι ἐσθλός, ἀεργὸς δὲ κάθηται. καὶ Ἀχιλλεὺς οὖν ἐν τῷ μηνίειν, ἐπεὶ οὔτε εἰς ἀγορὰν πωλέσκετο κυδιάνειραν οὔτε ποτ' ἐς πόλεμον, τουτέστιν ἐπεὶ οὔτε λόγοις οὔτε ἔργοις ἐνέπρεπε, φθινύθεσκε φίλον κῆρ· ἐπόθει δὲ ἀϋτήν τε πόλεμόν τε. (v. 490 s.) Ὅρα δὲ ὅτι τὸν μὲν πόλεμον δίχα ἐπιθέτου ἐξήνεγκε· τὴν δὲ ἀγορὰν ἐσέμνυνεν εἰπὼν αὐτὴν κυδιάνειραν, προτιθεὶς τὸν λόγον τῆς ἐν μάχαις εὐδοκιμήσεως. (v. 492) Ἀϋτὴ δὲ ἡ βοὴ παρὰ τὸ αὔω, τὸ φωνῶ. λαμβάνονται δὲ καὶ ἄμφω ποτὲ ἐπὶ πολέμου. ἀϋτὴ γὰρ καὶ βοὴ πολλαχοῦ ἡ μάχη ἐκ τοῦ παρακολουθοῦντος· παρακολουθεῖ γὰρ ἡ μεγάλη βοὴ τῇ μάχῃ. διὸ καὶ φύλοπις λέγεται ἐκ τῆς τῶν φύλων ὀπὸς καὶ Ἐνυὼ δὲ ἀπὸ τοῦ ἐναύω, τὸ φωνῶ. (v. 490) [Τὸ δὲ πωλέσκετο πολλαχοῦ φανεῖται, ὅτι ἐκ τοῦ πέλω πόλος πωλῶ ἤγουν