Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.221
Not analysed yet
ὄπτω, τὸ βλέπω, πλεονασμῷ τοῦ δ, ὡς καὶ προεγράφη, ἢ ἐκ τοῦ ἔχθος καὶ ὂψ ὀπός, ἡ φωνή, ἵνα ᾖ ἐχθοδοπὸς καὶ ὁ τὰ πρὸς ἔχθος φωνῶν. [Οὐκ ἄδηλον δὲ ὅτι τὸ «ἦ δὴ λοίγια» τινὲς μὲν ἤδη ἔγραψαν παροξυτόνως, ὡς καὶ προεδηλώθη· τινὲς δὲ τὸ μὲν ἦ ἀντὶ τοῦ ὄντως φασί, τὸ δὲ δή ἄνευ τόνου προφέρουσιν, ὁμοίως τῷ ἐπιδητούτοις.] (v. 519) Ὅτι τὸ «ὅτ' ἄν με ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν» ἀρχή ἐστιν ἤγουν πρωτότυπον τοῦ ἐρεθίζω, ὡς τὸ «ἀλλ' ἴθι, μή μ' ἐρέθιζε». (v. 522 s.) Ὅτι ἀγαθῆς εὐλαβοῦς ὑποσχέσεως τὸ «ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή σε νοήσῃ ὁ δεῖνα· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρα τελέσσω». [Ἀττικὸν δὲ τὸ μελήσεται, καθὰ εὐθὺς καὶ τὸ κεφαλῇ κατανεύσομαι. τὰ δὲ κοινὰ τούτων ἐστὶ μελήσει καὶ κατανεύσω.] (v. 524) Ὅτι τὸ «εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι» ὅμοιόν ἐστι τῷ «εἰ δ' ἄγε μὴν πείρησαι», περὶ οὗ προείρηται. τὸ δὲ κατανεῦσαι τῇ κεφαλῇ τὸν Δία μέγιστον ἦν τέκμωρ ἤτοι τέλος πράξεων. (v. 526 s.) Διὸ καί φησιν ἐκεῖνος ὅτι «οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω». ὁ δὲ λόγος οἰκεῖος ἐνδόξῳ προσώπῳ μεγάλα ὑποσχομένῳ. εὐτελεῖ δέ τινι οὐ προσήκει ὁ λόγος ἅπας. τριῶν γὰρ ὄντων, δι' ἅ τις οὐ ποιεῖ τὸ ὑπεσχημένον ἀπάτης, μεταμελείας, ἀδυναμίας, ἀπατηλὸς μὲν οὐκ ἐξ ἀνάγκης ἔσται τοῖς εὐτελέσιν ὁ λόγος τῆς ὑποσχέσεως, ἀλλ' οὐδὲ παλινάγρετος, ὅ ἐστιν ἐκ μεταμέλου ἀνάπαλιν ἀγειρόμενος· ἀτελεύτητος δὲ κατ' ἀνάγκην τινὰ ἔσται ἤγουν ἀτελής, ἐὰν μέγα ᾖ τὸ ὑπεσχημένον καὶ μὴ τελευτηθῆναι δυνάμενον. τῷ δὲ δυνατωτάτῳ εἰκὸς ταῦτα πάντα προσεῖναι. δηλοῖ δὲ ὁ λόγος δεῖν εἶναι τοὺς εὖ γεγονότας ἐμμένειν ταῖς ὑποσχέσεσιν, ἐφ' αἷς κατανεύσουσι. τίμιον γὰρ ἡ κεφαλὴ καὶ οὔτε τὴν αὐτῆς δεῖ κατάνευσιν ἀπρακτεῖν οὔτε τοὺς λόγους ψεύδεσθαι, ἐφ' οἷς τῷ βασιλικῷ λογισμῷ ἡ γλῶσσα καθυπουργεῖ. Παρασημειοῦνται δὲ οἱ παλαιοὶ ἐνταῦθα, ὅτι καὶ διὰ τῆς κατανεύσεως ταύτης τῆς οὕτω τιμίας φαίνεται δοξάζων ὁ ποιητὴς ἐν τῇ κεφαλῇ τὸ λογιστικὸν ἱδρῦσθαι, ὥσπερ τὸ θυμικὸν περὶ τὴν καρδίαν, ὁπηνίκα εἴπῃ ὅτι «κραδίη δέ οἱ ἔνδον ὑλάκτει» καὶ «οἰδάνεται δὲ κραδίη χόλῳ», τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸ ἧπαρ, ἐν οἷς δι' ἐπιθυμίαν πταίσαντι τῷ Τιτυῷ γῦπες τὸ ἧπαρ κείρουσιν. ἡ δὲ ἀλληγορία τὴν τοῦ Διὸς κατάνευσιν, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἰρήσεται, σημείων τινῶν οὐρανίων ἔκφανσιν βούλεται εἶναι, οἷον δι' ἀστέρων κινήσεως ἢ ἀστραπῶν ἢ βροντῶν ἢ καὶ οἰωνῶν, δι' ὧν ὁ ἀνωτάτω καὶ κορυφαῖος Ζεὺς δοκεῖ τοῖς κάτω τὰ μέλλοντα