Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.220
Not analysed yet
γράφουσιν· «ὀφέλλωσίν τέ ἑ τιμήν», ἵνα συνήθως Ὁμήρῳ νοῇ τις οὕτω τριχῶς· αὐξήσωσιν αὐτὸν κατὰ τὴν τιμήν· ἢ αὐξήσωσιν αὐτὸν ἤγουν τὴν εἰς αὐτὸν τιμήν· ἢ αὐξήσωσιν αὐτοῦ τὴν τιμήν. (v. 513) Ὅτι ἐμπεφυκέναι καὶ ἐμφῦναι τὸ ἐγκρατῶς καὶ δυσαποσπάστως δράξασθαι. οὕτω καὶ πολύπους ἐμφύεσθαι τῇ πέτρᾳ λέγεται καὶ Θέτις τοῖς γόνασι τοῦ Διὸς ἐμπεφυυῖα εἶναι. καὶ χερσὶ δέ τις ἐμπέφυκεν, ὅταν χειρὸς χειρὶ δράξηται· καὶ τοῖς χείλεσι δὲ ὀδὰξ ἐμφύεται, ὅταν τοῖς ὀδοῦσιν ἐνδάκῃ τὸ χεῖλος, [ὀδὰξ κατεσθίει.] Ἰστέον δὲ ὅτι μέσος παρακείμενός ἐστι τὸ ἐμπεφυυῖα κατὰ κανόνα, ὃν ἐκτίθεται καὶ Ἡρωδιανὸς λέγων καθαρεύοντι τῷ ἐνεστῶτι συγκαθαρεύειν καὶ τὸν μέσον παρακείμενον, οἷον φύω πέφυα, [ἀκούω ἀκήκοα.] ἐτυμολογία δὲ τοῦ ἐμφῦναι ὁμοία τῷ συμφῦναι. δοκεῖ γὰρ ἐμφῦναι εἶναι τὸ εἰς ἓν φῦναι καὶ μίαν οἷον φυὴν τόδε τι γενέσθαι μεθ' ἑτέρου τινὸς ἐν τῷ στερρῶς δράξασθαι, [ὡς μηδὲ δοκεῖν ἅπτεσθαι, ἀλλὰ προσπεφυκέναι ἤγουν κατὰ φύσιν ἡνῶσθαι ἢ φύσει ἐνεῖναι κατὰ τὸ «τρίχες κρανίῳ ἐμπεφύασιν».] (v. 514) Ὅτι ὁ ζητῶν ἀπό τινος ἢ κατάνευσιν ἀληθῆ ἢ ἀνάνευσιν καλῶς ἂν εἴπῃ τὸ «νημερτὲς δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπε». [ἔστι δὲ νημερτές τὸ μὴ ἡμαρτημένον διὰ τὸ ψεύδεσθαι, ἀλλὰ ἀληθές.] (v. 517) Ὅτι ὀχθῆσαι τὸ δεινοπαθῆσαι ἢ πονῆσαι· ὅθεν καὶ Ἡσίοδος εὐοχθεῖν λέγει τὸ ἐπὶ καλοῖς κοπιᾶν· ἢ καὶ ἄλλως ὀχθῆσαι τὸ εἰς ὕψος ἐπᾶραι τὸν θυμόν, ὃ δή φησι Σοφοκλῆς ἐν τῷ «ὑψοῦ δ' αἴρει θυμὸν Οἰδίπους» ἐν λύπαις. ὄχθος γὰρ τοπικὴ ἐπανάστασις. τὸ γοῦν «μέγ' ὀχθήσας» ἀντὶ τοῦ ὑπερλυπηθείς· καὶ τὸ «ὤχθησαν θεοί» ἀντὶ τοῦ ἐδεινοπάθησαν, ἠχθέσθησαν ἢ ὕψωσαν τὸν θυμὸν ἢ τὸν φόβον. [ἐκ δὲ τοῦ Ὁμηρικοῦ ὀχθεῖν καὶ τὸ παρὰ τοῖς ὕστερον προσοχθίζειν παρῆκται καὶ τὸ ἐξ αὐτοῦ προσόχθισμα.] (v. 518) Ὅτι ἐν τῷ «ἦ δὴ λοίγια ἔργα ἔσεται, ὅτε με ἐχθοδοπῆσαι ἐφήσεις τῇ Ἥρᾳ» λοίγια μὲν λέγει τὰ ὀλέθρια, ἐχθοδοπήσαι δὲ τὸ ἐχθρανθῆναι. τὸ δὲ ἐφήσεις ἀντὶ τοῦ ἀναπείσεις ἐκ τοῦ ἐφίημι τὸ ἐντέλλομαι. γίνεται δὲ τὸ μὲν λοίγια ἐκ τοῦ λοιγός, ὁ ὄλεθρος· αὐτὸ δὲ ἀπὸ τοῦ ὀλίγον κατὰ μετάθεσιν τοῦ ο, ὥς φασιν οἱ παλαιοί. ὀλιγοῖ γὰρ τὰ ζῷα, οἷς ἐμπέσῃ ὁ λοιγός. προεγράφησαν δὲ καὶ ἕτεραι ὅμοιαι μεταθέσεις ἐν τοῖς περὶ Ἥρας λόγοις. τὸ δὲ ἐχθοδοπῆσαι ἢ ἀπὸ τοῦ ἔχθω, τὸ μισῶ, γίνεται καὶ τοῦ